Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τού των εἰρημένων (20) εἰς τοὺς ψαλμοὺς οἵ ἀπὸ Ἐβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφορὰν ὑπειδόμενος ὁ Ἰουδαῖος, ἔθηκεν αὐτὴν τὴν φαινομένην αὐτῷ λύσιν αὐτῆς. Ἐώρα γὰρ, ὅτι ἀντεῖπεν ἅν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ια΄ ψαλμῶν, τὸν Ϟη΄, Μωϋσέως, ἐκ τοῦ· « Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἅγιος Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον , καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. » Ὁ ἀντιλέγων εἷπεν ἂν, πῶς τὸ ὄνομα τοῦ Ζαμουὴλ, γενομένου πλείοσιν ὕστερον γενεαῖς, Μωϋσῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ. Ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουὴλ, ἀνδρὸς ἱεροῦ, καὶ συναριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· « Οὐδ᾿ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, » ὅτε ἐν ταῖς Βασιλείαις Ἰωσίας προεφητεύθη· « Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ Δαυΐδ· Ἰωσίας ὄνομα αὐτῷ. »