Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν, ὃς ἐπεγέγραπτο· « Προσευχὴ τοῦ Μωῦσῆ ἀνθρώπου τοῦ Θεοῦ· » τὸ ὕστερον δὲ ἀνακινούμενος περί τινων λογίων Θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ, καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν, ἀκήκοα, ὅτι διʼ ὅλης τῆς βίβλου (19) τῶν Ψαλμῶν ἀπὸ τῶν α΄ καὶ β΄, οἱ παρʼ Ἑβραίοις ἀνεπίγραφοι, ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ τὸ ὄνομα τοῦ γράψαντος, ἐκείνου εἰσὶν οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ. Καὶ περὶ τούτων λέγων, πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωῦσέως· ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸς---τὴν ἀνέφερον ἐπʼ αὐτὸν, ὅτι εἰσὶν ἕνδεκα· εἶτα πυθόμενος τοῦ παρʼ αὐτοῖς δοκοῦντος σοφοῦ, ἐμάνθανον, ὅτε αἶεν ἕνδεκα, ὧν τοῦ μὲν πθ΄ ἡ ἀρχή· « Κύριε , καταφυγὴ ἡμῖν ἐγενήθης ἐν γενεᾷ καὶ γετεᾷ· » καὶ τοῦ ἐξῆς παρʼ ἡμῖν ἐνενηκοστοῦ φερομένου, ἡ ἀρχὴ ἦν· « Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· » ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. Ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφὴν, οὐ μετʼ ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν· λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπιγεγραμμένον, «Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου, » ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή· « Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· » ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχὴ, « Ὁ Κύριος ἐβασίλευσεν , εὐπρέπειαν ἐνεδύσατο· » ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως· ὁμοίως δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· « Θεὸς ἐκδικήσεων Κύριος, » καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· [*](21 Psal. 1, 1. 22 Psal. XLI, 2. 23 PsaI. LXXII, 1. 24 Psal. LXXXIX, 1. 25 Psal. CVI, 1. 26 Psal. LXXXIX, 1. 27 Psal. XC, 1. 28 Psal. XCI, 1. 29 ibid., 2. 30 Psal. XCII, 1.) [*](sorum auctorum nominibus sub diversis superscrip- tionibus habentur, antiquorum virorum is-ta traditio est, quod ex eo psalmo, cujus auctor in sperscriptione præponitur, qui deinceps sine aucto rum superscrptione succedunt, ejus esse existimandi sunt, qui anterioris psalmi auctor inscribitur, usque in eum psalmum, in quo nomen alterius auctoris præferatur: ut si psalmi alicujus superscriptio talis sit, psalmus David; cæteri qui sine titulo consequantur, David esse credantur, donec prophetæ alterius nomen in superscriptione ponatur; et ex eo usque in alterum prophetam, qui sine inscriptione medii sunt, qjus sint qui in anteioris psalmi superscriptione auctor cœptus sit anteferri. »)

1057
« Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, » καὶ τὸν Ϟε΄, οὗ ἡ ἀρχή· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ·» καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· « Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ·» καὶ ὁ Ϟζ΄, ὅς ἐπεγέγραπτο μόνον, «Ψαλμός·» τὸ γὰρ, « τῷ Δαυῒδ, ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὕτε ἐν τῷ Ἑβραϊκῷ ἦν οὕτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν· ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. » Καὶ ὁ Ϟ δὲ η΄ τοῦ αὐτοῦ ἐλέγετο εἶναι, οὗ ἡ ἀρχή· « Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· » καὶ ὁ ἐνενηκοστὸς ἔνατος, ὅς ἐπεγέγραπτο· « Ψαλμὸς εἰς ἐξομολόγησιν, οὗ ἡ ἀρχή· « Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. » Μετὰ δὲ τούτους τοὺς ια΄ ἐπεγέγραπτο καὶ ἐν τῷ Ἑβραϊκῷ καὶ παρὰ πᾶσιν, « τῷ Δαυῒδ ψαλμὸς, » καὶ ἦν ὁ ῤ σὐκέτι Μωϋσέως.

Τού των εἰρημένων (20) εἰς τοὺς ψαλμοὺς οἵ ἀπὸ Ἐβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφορὰν ὑπειδόμενος ὁ Ἰουδαῖος, ἔθηκεν αὐτὴν τὴν φαινομένην αὐτῷ λύσιν αὐτῆς. Ἐώρα γὰρ, ὅτι ἀντεῖπεν ἅν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ια΄ ψαλμῶν, τὸν Ϟη΄, Μωϋσέως, ἐκ τοῦ· « Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἅγιος Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον , καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. » Ὁ ἀντιλέγων εἷπεν ἂν, πῶς τὸ ὄνομα τοῦ Ζαμουὴλ, γενομένου πλείοσιν ὕστερον γενεαῖς, Μωϋσῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ. Ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουὴλ, ἀνδρὸς ἱεροῦ, καὶ συναριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· « Οὐδ᾿ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, » ὅτε ἐν ταῖς Βασιλείαις Ἰωσίας προεφητεύθη· « Θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ Δαυΐδ· Ἰωσίας ὄνομα αὐτῷ. »