Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ. Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ όεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος.

Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ. 0Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετἀρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτον.

Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ. Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγαθῆς.

Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ. Ὅν ἀγαπᾷ Κύριος, παιδεύει, » φησὶν ὁ Ἀπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμεος ὑπʼ αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια παθῶν.

Τοῦ πραῦναι αὐτὸν ἀφʼ ἡμερῶν πονηρῶν, κ. τ. ἑ. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπʼ αὐτοῦ, καθαρὸς γνόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως, ἀτάραχος διαμένων.

Ἕως οὐ ὀρυγῇ τῷ ὰμαρτωλῷ βόθρος, κ. τ. ἑ. βόθ ρον τὴν γέενναν ὠνόμασεν.