Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ οὐκ ἔστιν ἀδικία παῤ αὐτῷ, κ. τ. ἑ. Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.

Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ. Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ όεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος.

Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ. 0Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετἀρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτον.

Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ. Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγαθῆς.

Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ. Ὅν ἀγαπᾷ Κύριος, παιδεύει, » φησὶν ὁ Ἀπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμεος ὑπʼ αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια παθῶν.

Τοῦ πραῦναι αὐτὸν ἀφʼ ἡμερῶν πονηρῶν, κ. τ. ἑ. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπʼ αὐτοῦ, καθαρὸς γνόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως, ἀτάραχος διαμένων.

Ἕως οὐ ὀρυγῇ τῷ ὰμαρτωλῷ βόθρος, κ. τ. ἑ. βόθ ρον τὴν γέενναν ὠνόμασεν.

Ἔως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, κ. τ. ἑ. Ἔως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην· αὐτὸς γὰρ « ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, » καὶ « τὴν αρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ. »

Τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι, κ. τ. ἑ. Ἐναῦθα τὸ ἔλεος τοῦ Χριστοῦ τὴν πρόνοιαν αὐτοῦ σημαίνει, διʼ ἣν ἄνθρωπος βοηθεῖται, ἤτοι ἐγκαταλείπεται. Ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ άνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρησάσης αὐτῆς.

Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν υ, κ. τ. ἑ. Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆ; ὰπὸ πόνων.

Μὴ συμπροσέσιαι σοι θρόνος ἀνομίας κ. τ. ἑ. θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον, ἐπειδὴ καὶ ρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται ῷ διαβόλῳ.

Καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιε αὐτοὺς [*](47 lelr. , 6. ⁵ ICωr. , 3. «s roan. ν, 22.)

1557
συνην αὐτοῦ, κ. τ. ὲ. « Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. »

Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τό αὐτὸ, κ. τ. ἐ Εἰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγονται κατὰ τό· « Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, » καλῶς οἱ μεθέξοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ « ἐπὶ τὸ αὐτὸ » εἶναι τοὺς ποταμοὺς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα.

Σὺ ἠτίμασας εὐθύτητας, κ. τ. ἑ. Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς, ἤτοι τὰς ἀρετάς.

Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, κ. τ. ἑ. Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον Θεοῦ.

Καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένος τὸ ὄνομα αὐτοῦ, κ. τ. ἑ. Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν.

Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς, κ. τ. ἑ. Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσὶ, διʼ ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ Κύριος.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, κ. τ. ἑ. Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι Θεός.