Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, κ. τ. ἑ. Οἱ δίκαιοι, φυτευθόντες ἐν τῇ γνώσει τῇ τοῦ Κυρίου, πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους, διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς.
Καὶ οὐκ ἔστιν ἀδικία παῤ αὐτῷ, κ. τ. ἑ. Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.
Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ. Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ όεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος.
Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ. 0Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετἀρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτον.
Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ. Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγαθῆς.
Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ. Ὅν ἀγαπᾷ Κύριος, παιδεύει, » φησὶν ὁ Ἀπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμεος ὑπʼ αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια παθῶν.