Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ (68) ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις.

Ἐπετίμησας ἕθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὅνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ. Τὸ, « ἐπετίμησας (69), » διόρθωσιν σημαίνει, ὅπερ δῆλον ἐκ τοῦ· « Ἕλεγξον, παρακάλεσον, ἐπιτίμησον. » — « Τὸ δνομα αὐτοῦ ἐξήλειψας. » Ἐξήλειψε δὲ ὁ Θεὸς τοῦ Ἁβράμ τὸ ὄνομα ποιήσας αὐτὸν Ἀβραὰμ, καὶ τῆς Σάρας καλῶν αὐτὴν Σάῤῥαν, καὶ τοῦ Σιμῶνος ὀνομάσας αὐτὸν Πέτρον. Οὕτω τε ἀκόλουθόν ἐστι τὸ ὄνομα ἐξαλείφεσθαι τούτων οἶς ἐπετίμησε· καὶ μάλιστα ἐπεὶ ἐπιφέρεται τό· « Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. » Πρόσχες καὶ ὅτι οὐκ εἴρηται· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας ἐκ βίβλου ζώντων, (οὐ γὰρ ἐν βίβλῳ ζώντων ἦν ἐγγεγραμμένα τὰ ἔθνη·) ἀλλʼ ἀκολούθως τοῖς κατʼ αὐτῶν χειρογράφοις. ἐν βίβλῳ ὀφειλόντων, ἢ βίβλῳ νεκρῶν, παρὰ τῷ τῆς ἀδικίας οἰκονόμῳ, ὡς εἰκὸς, ἀναγράφοντι νεκροὺς, καὶ ἀναγράφοντι εἰς γῆν. Ὁ γὰρ Σωτὴρ ἀναγράφει ἐν οὐρανοῖς τὰ ὀνόματα τῶν μαθητῶν.

Τοῦ αὐτοῦ. Εἰ τὸ ὄνομα (70) ἐνταῦθα τὴν κακὴν [*]((68 Θρόνος μὲν Θεοῦ, etc. Schedæ Grabii.) [*]((69) Τὸ, Ἐπετίμησας, etc. Corderius, Barbarus. schodæ Combefisii, et codex Baroctianns.) [*]((70) Εἰ τὸ ὄνομα, etc. Schedæ Grabi.)

1189
σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ τοῦ ἀμαρτωλοῦ ὄνομα, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτοῦ κατάστασιν.

Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τό ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε, κ. τ. ἑ. Οἱ ἐκζητοῦντες (91) τὸν Κύριον, καὶ οὐχ οἱ ἐγκαταλειφθέντες ὑπʼ αὐτοῦ, ἔγνωσαν τὸ ὄνομα αὐτοῦ.

Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, κ. τ. ἑ. Ἐκεῖνος ψάλλει (72) ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. Τοῦτο κατὰ τὴν παλαιὰν τῶν Ἰουδαίων δόξαν εἶπεν ὁ Προφήτης. Ὅμως ἐστὶ καὶ νοητὴ καὶ ἐπουράνιος Σιών. Καὶ ἐν πάσῃ δὲ ψυχῇ οὔσῃ Σιὼν, ἥτις ἑρμηνεύεται σκοπευτήριον, τὰ θεῖα διηνεκῶς σκοποῦσα καὶ φανταζομένη, οἰκεῖ ὁ Θεός. Ἐκζητεῖ καὶ τὰ αἵματα τῶν ἐθνῶν ἀπὸ τῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν, ἀνιστὰς αὐτά. Οὐκοῦν τὸ, « Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου, » ἐπὶ τὰς ῥομφαίας μετενεχθήσεται. Ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή.

Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, κ. τ. ἑ. Ποῖα ἐπιτηδεύματα (73); πάντα ἃ Χριστὸς τοῖς μαθηταῖς Ἰωάννου τοῦ Βαπτιστοῦ ἔλεγε· « Πορευθέντες εἴπατε ἃ ἴδετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἀνίστανται. » Ταῦτα οὖν τὰ θεοπρεπῆ ἐπιτηδεύματα· καὶ οἱ ἀπόστολοι τοῖς ἔθνεσιν ἀνήγγειλαν· καὶ ὅτι διὰ θανάτου ἀθανασία, διὰ σταυροῦ σωτηρία, καὶ διὰ ταφῆς ἀνάστασις, καὶ νέκρωσις τοῦ νεκρώσαντος ἡμᾶς διαβόλου.

Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, κ. τ. ἑ. Πύλαι θανάτου (74) αἱ πρὸς θάνατον ἁμαρττίαι, ἀφʼ ὧν ὑψοῦται ὁ μηδὲ λογισάμενος αὐτὰς ἁμαρτεῖν, ὂς καὶ μόνος δύναται ἐξαγγέλλειν πάσας τὰς αἰνέσεις Κυρίου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ταῖς ἀρεταῖς.

Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς κὐτῶν./ Γινώσκεται Κύριος κρίματα ποιῶν, κ. τ. ἑ. Ἐνεπάγησαν ἔθνη (75), δηλαδὴ ὡς ἐν πηλῷ, τῷ σώματι, διʼ ἣν ἐποίησαν διαφθοράν· καὶ συνελήφθη ὁ ποῦς αὐτῶν, ὁ νοητὸς δηλονότι. Καὶ γινώσκεται Κύρος, ἐπεὶ, ὅταν αὐτοῖς τὸ κρῖμα γενηθήσεται, γνώσονται τὸν κρίνοντα ἐν δικαιοσύνῃ.

Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, κ. τ. ἑ. Ὥτπερ ὁ παράδεισος (76) τῶν δικαίων ἐστὶν οἰκητήριον, οὕτως ᾅδης τῶν ἁμαρτωλῶν κολαστήριον. Ἀποκλεισθήτωσαν, φησὶν, ὅπως μὴ ἴδωσιν Ἰησοῦ ψυχὴν καταβαίνουσαν καὶ ἀναβαίνουσαν, ἔνδον ἀπεστραμμένοι. Οἱ γὰρ προσδοκήσαντες αὐτὴν ὡσπερεὶ ἔξω ἔβλεπον καθειργμένοι ἐν ᾅδου, πρῶτον [*](4 Mauh. XI, 5.) [*]((71) Οἱ ἐκζητοῦντες, etc. Corderius.) [*]((72) Ἐκεῖνος ψάλλει, etc. Schedæ Grabii, partimque Corderius et Barbarus.) [*]((73) Ποῖα ἐπιτηδεύματα, etc. Schedæ Grabii.)

1192
μὲν οἱ προφῆται, ἔπειτα οἱ λοιποὶ πάντες δίκαιοι· ἢ πρῶτον μὲν οἱ ἐν ἡμῖν ἁμαρτωλοὶ, εἶτα τυ ἔθνη.

Ἧ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖταε εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὥσπερ τὸ πνεῦμα (77) οὐ σβέννυται, οὔτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται. Ὁ γὰρ « Κύριος τὸ πνεῦμά ἐστι· » καί· « Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν. Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι, ἴνα τί ὑπνοῖς; »

Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κ. τ. ἑ. Τῷ οὖν λέγοντι (78), Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀνθρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέντων.

(Κατὰ Ἑβρ.)

Ἴνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, κ. τ. ἑ. Ἀποκρίνεται ἄν τις (79) πρὸς τὸν ἐπαπορἡσαντα τὸ. « Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· « Θεὸς ἐγγίζων ἐγώ εἰμι,, καὶ οὐ Θεὸς πόῤῥνθεν, » λέγει Κύριος ἐν τοῖς προφήταις. Μὴ βοηθῶν τοῖς ἀδικουμένοις, δοκεῖς μὴ παρεῖναι τοῖς γινομέQuæ νοις, δοκεῖς ἀλλὰ πόῤῥωθεν ἑστάναι καὶ μηδὲ ὁρᾷν· ὅπερ τοῖς μὲν πονηροῖς αὔξει τὴν πονηρίαν, τὸν δὲ σὸν πένητα ἐμπυρίζει καὶ ἀθυμίαις ἐμβάλλει.

Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, κ. τ. ἑ. Πολλάκις ἁμαρτάνοντές τινες (80) εὐθηνοῦσιν ἐν τῷ κόσμῳ. Τοῦτο γὰρ ἔφη καὶ ὁ Ἀπόστολος· « Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. » Καὶ ἐν ἑτέρῳ ψαλμῷ ᾄδεται· « Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτους. » Ἐπαινοῦνται οὖν ὑπό τε ἑαυτῶν ἁμαρτωλοὶ καὶ ἄδικοι καὶ παρὰ τῶν κολάκων καὶ παρασίτων αὐτῶν, καὶ εὐλογούμενοι πλέον κινοῦνται εἰς ἁμαρτίαν.

Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, κ. τ. ἑ. Τίς; πότερον ὁ Κύριος (81), ἢ ἁμαρτωλός; καὶ μήποτε ὁ ἁμαρτωλός. Οὐ γὰρ ἐκζητεῖ πέει ὀργῆς τοῦ Θεοῦ, οὐδʼ ὅτι πλῆθος ἁμαρτιῶν ἔχει. Διὸ καὶ κατὰ πλῆθος ἁμαρτάνει.

Βεβηλοῦνται αἱ ὀδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Ὁ μὲν δίκαιος (82) εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ. « Βεβηλοῦνται δὲ, » ἀντὶ τοῦ,Τῆ κακίᾳ βυθίζονται.

Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει,κ.τ.ἑ. Τῶν πειρασμῶν (83) οἱ μὲν τῷ σώματι προάγονται. [*](⁵Joan. Iν, 24. 6 Psal. LXX, 5. 7 Galat. IV. 8 Psal. LXXII, 27. ⁹ Jerem. XXIII, 23. 10 II Τim. III, 15. 11 Psal. LXXII, 12.) [*](schedæ, et Barbarus.) [*]((81) Τίς; πότερον ὁ Κύριος, etc. Eædem scbedæ. Barbarus.) [*]((82) Ὁ μὲν δίκαιος, etc. Eædem schedæ, el Βarbarus.) [*]((83) Τῶν πειρασμῶν, etc. Eædem schedæ, et Βarbarus.)

1193
οἱ δὲ ψυχῇ, οἱ δὲ τοῖς ἐκτός· καὶ οἱ μέν εἰσι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν αἵτιοι· οἱ δέ εἰσιν ἀκάθαρτοι λογισμοὶ γεννῶντες ἁμαρτίαν καὶ δόγματα ψευδῆ· οἱ δὲ ζημίας ἔχουσι χρημάτων, ἀποβολὰς τέκνων, καὶ γυναικῶν ἀφαιρέσεις· καὶ δῆλον ἐκ τούτων, ὅτι ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς. Εἰ γὰρ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς, καὶ δίκαιοι πάντες αὐτοῦ ἐχθροί εἰσι, πάντων ἄρα κατακυριεύσει. Οὐ μὲν παντὶ δὲ δηλονότι πράγματι κυριεύσει, ἀλλʼ ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδʼ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐνδεχόμενον· εἴ γε « διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται στῆναι. » Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ διάβολός φησι· « Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν, πάρειμι, καίτοι μηδὲν πείσας τῷ Ἰὼβ ἄτοπον πεπραχέναι.

Τοῦ αὐτοῦ. Εἰ οἱ προκόπτοντες (84) κατὰ μείωσιν κακίας προκόπτουσι, δίκαιοι λέγονται οἱ τελείαν ἕξιν τῆς δικαιοσύνης κτησάμενοι, καὶ οἱ ἀνεμποδίστως προκόπτοντες. Δίκαιος γὰρ, φησὶν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. » Καὶ εἰ δίκαιος, πῶς κατήγορος; Καὶ εἰ κατήγορος, πάντως οὐ δίκαιος τέλειος. « Καὶ γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.» Καλῶς οὗν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος πρὸς τὸν Σατανᾶν καὶ ἀτελὲς καὶ τέλειον, οὐκ ἅν ἔλεγεν ὁ Δαυΐδ· « Τέλειον μἴσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. »

Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας καὶ δσλου, κ. τ. ἑ. Τοῦ πονηροῦ τὸ στόμα (85) οὐδὲν προσφέρει εὔχρηστον, ἀλλʼ ὅσα πόνον καὶ κόπον ἐμποιεῖ τοῖς δεχομένοις. Καὶ τὰ τῶν ἑτέρων στόματα γέμει ἀρᾶς τῶν κακολογούντων τὸν Δημιουργὸν, λοιδορίας τῶν λοιδόρων, πικρίας τῶν θυμικῶν, καὶ δόλου τῶν δολίων.

Τοῦ αὐτοῦ. Ὁ τῆς ἁγιότητος ἐκπεσὼν (86), τῆς ἀληθείας καὶ εὐλογίας πόῤῥω ἑαυτὸν ἀπαγαγὼν, τὸ στόμα πεπληρωμένον ἀρᾶς ἔχει, διʼ ὧν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. Ἔχει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πεπλήρωται.