Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἧ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖταε εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὥσπερ τὸ πνεῦμα (77) οὐ σβέννυται, οὔτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται. Ὁ γὰρ « Κύριος τὸ πνεῦμά ἐστι· » καί· « Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν. Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι, ἴνα τί ὑπνοῖς; »

Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κ. τ. ἑ. Τῷ οὖν λέγοντι (78), Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀνθρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέντων.

(Κατὰ Ἑβρ.)

Ἴνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, κ. τ. ἑ. Ἀποκρίνεται ἄν τις (79) πρὸς τὸν ἐπαπορἡσαντα τὸ. « Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· « Θεὸς ἐγγίζων ἐγώ εἰμι,, καὶ οὐ Θεὸς πόῤῥνθεν, » λέγει Κύριος ἐν τοῖς προφήταις. Μὴ βοηθῶν τοῖς ἀδικουμένοις, δοκεῖς μὴ παρεῖναι τοῖς γινομέQuæ νοις, δοκεῖς ἀλλὰ πόῤῥωθεν ἑστάναι καὶ μηδὲ ὁρᾷν· ὅπερ τοῖς μὲν πονηροῖς αὔξει τὴν πονηρίαν, τὸν δὲ σὸν πένητα ἐμπυρίζει καὶ ἀθυμίαις ἐμβάλλει.

Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, κ. τ. ἑ. Πολλάκις ἁμαρτάνοντές τινες (80) εὐθηνοῦσιν ἐν τῷ κόσμῳ. Τοῦτο γὰρ ἔφη καὶ ὁ Ἀπόστολος· « Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. » Καὶ ἐν ἑτέρῳ ψαλμῷ ᾄδεται· « Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτους. » Ἐπαινοῦνται οὖν ὑπό τε ἑαυτῶν ἁμαρτωλοὶ καὶ ἄδικοι καὶ παρὰ τῶν κολάκων καὶ παρασίτων αὐτῶν, καὶ εὐλογούμενοι πλέον κινοῦνται εἰς ἁμαρτίαν.

Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, κ. τ. ἑ. Τίς; πότερον ὁ Κύριος (81), ἢ ἁμαρτωλός; καὶ μήποτε ὁ ἁμαρτωλός. Οὐ γὰρ ἐκζητεῖ πέει ὀργῆς τοῦ Θεοῦ, οὐδʼ ὅτι πλῆθος ἁμαρτιῶν ἔχει. Διὸ καὶ κατὰ πλῆθος ἁμαρτάνει.

Βεβηλοῦνται αἱ ὀδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Ὁ μὲν δίκαιος (82) εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ. « Βεβηλοῦνται δὲ, » ἀντὶ τοῦ,Τῆ κακίᾳ βυθίζονται.