Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, κ. τ. ἑ. Ἐξουδενωθήσεται ἡ ζωὴ αὐτῶν.

[*](Sap. I, 4. ⁵⁴ Proν. m, 12; lebr. Xo, 6. » Psal. Xαὶ, 13.)
1552

Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀρἀχνη ἐμελέτων. κ. τ. ἑ. « Σκιὰ γὰρ ἡμῶν,» φησὶν Ἰὼβ, « ἐστὶν ὁ βίος ἐπὶ τᾶς γῆς. »

Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, κ. τ. ἑ. Τὸ πλεῖον τῶν παρελθόντων ἐτῶν ἐν κόποις καὶ τόνοις γινόμεθα.

Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι, κ. τ. ἑ. Μὴ ἐπὶ κολάσει, ἀλλʼ ἐπὶ φιλανθρωπίᾳ γνωρισάσθω σου ἡ δεξιά.

Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, κ. τ. ἑ. Λαμπρότης ἐστὶ γνῶσις Θεοῦ· καὶ γὰρ οἱ μετέχοντες αὐτῆς καλοῦνται λαμπρότητες· « Ἐν ταῖς λαμπρότησι, φησὶ, τῶν ἀγίων ἑκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. »

Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον, κ. τ. ἑ. Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθʼ ἔκαστα πρᾶξις· ἔργον δὲ χειρῶν ἡ ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις.

Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, κ. τ. ἑ. Τὸ μετάφρενον σύμβολον ἐστι καρδίας.

Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, ου φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, κ. τ. ἑ. Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς, καὶ ὁ κυκλούμενος ὑπ᾿ αὐτῆς οὐ πτοηθήσεται.

Ἀπὸ βέλους πετομένου ἡμέρας, κ. τ. ἑ.

Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασε. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβφ νοῦ , κ. τ. ἑ. Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας.

Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκην ώματί σου. κ. τ. ἑ. Εἰ βούλοιτό τις μὴ περιπεσεῖν μάστιγι, νέσθω οἷκος Θεοῦ.

Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, κ. τ. ἑ. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.

Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, κ. τ. ἑ. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δἱ λίθος τὴν ἁμαρτίαν.

Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, κ. τ. ἑ. Σωτήριον τοῦ Θεοῦ ἐστιν ὁ Χριστός.

Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετʼ ᾠδῆς ἐν κιθάρᾳ. κ. τ. ἑ. Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη.

Ἀνὴρ ἄφρων οὐ γνώσεται, κ. τ. ἑ. Ἔκπτνος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία.