Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, κ. τ. ἑ. Ὅταν γένηται τὸ θέλημα τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ.

Καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσι, κ. τ. ἑ. Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ Θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος Θεοῦ· « Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. »

Ἐπεσκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, κ. τ. ἑ. « Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. »

Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας, κ. τ. ἑ. Εἰς γῆν ἀπʼ οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς.

Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κ. τ. ἑ. Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὐταὶ γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς.

Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾄδου κ. τ. ἑ. Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει. Κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς· ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις.

Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, κ. τ. ἑ. Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεσθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι. « Πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. »