Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τὰ ἐλέη σου, Κύριε, εἰς αἰῶνα ᾄσομα. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σοι ἐν τῷ στόματί μου, κ. τ. ἑ. Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἀγὸ δυνάμεις.

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμά σου, κ. τ. ἑ. « Ἐξομολογήσονται » ἀντὶ τοῦ « δοξά σουσι. »

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Θαβὼρ ἐκλεπετόν. Θεβὼρ δέ ἐστι τὸ ὄρος τῆς Γαλιλαίας ἐφʼ οὗ μεμορφώθη Χριστός. Ἐρμωνιεὶμ δέ ἐστι τὸ ὄρος ἐφ᾿ οὗ κεῖται ἡ πόλις Ναῒμ, ἐν ᾗ ἤγειρε τὸν τῆς χήρας υἰὸν ὁ Χριστός.

1549

Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, κ. τ. ἑ. Κέρας νῦν τὸν νοῦν ὀνομάζει ὑψοῦται δὲ νοῦς διὰ γνώσεως Θεοῦ.

Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, κ. τ. ἑ. Τότε ἐλάλησας διὰ τῶν ἀγίων προφητῶν.

Ἐν ἐλάῳ ἀγίῳ μου ἔχρισα αὐτὸν, κ. τ. ἑ. Τὸ ἅγιον ἔλαιον τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ.

Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, κ. τ. ἑ. Εἰ, ὅταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, Χριστὸς δὲ οὐχ ἥμαρτεν· ἅρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός.

Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεκιὰν αὐτοῦ, κ. τ. ἑ. Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ, ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν μὴ τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος, γίνεται θάλασσα.

Καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, κ. τ. ἑ. Ὅταν γένηται τὸ θέλημα τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ.