Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πασας τὰς ἁμαρτίας αὐτῶν, κ. τ. ἑ. Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος τὰς ἁμαρτίας ἀφίστησι· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει.

Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, κ. τ. ἑ. Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης· τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ, ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται.

Δικαιοσύνη ἐνώπιον αὐτοῦ πρυπορεύσεται, κ. τ. ἑ. Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστὶν, ἀφʼ ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνομάζονται.

βῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἔλπίζοντα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ γνῶσις ἡ τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς.

Καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν ρου, κ. τ. ἑ. Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν λνόμασε κραταιῶν.

Μήτηρ Σιὰν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος [*](60 Jerem. I, 2I.) [*](PATROL. GR. XII.)

1548
ἐγενήθη ἐν αὐτῇ, κ. τ. ἑ. Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεν νᾶσθαι ἐν τῷ νῷ.

Ὡς εὐφραινομένων πάντων ἡ κατοικίαὲν σοὶ. κ. τ. ἑ. Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ· καὶ πάντες οἱ κατοικοῦντες ἑν τῇ σοφίᾳ, ὡς σοφίᾳ εὐφραίνονται ἐπὶ γνώσει.

Καὶ ἡ ζωή μου τῷ ᾄδῃ προσήγγισεν, κ. τ. ἑ. Ἐὰν μεταλάβῃς τὸν ᾄδην εἰς τὸν θάνατον, γνώτῃ πῶς ὁ θάνατος διαφθείρει ζωὴν ἀνθρώπον. ᾌδην δὲ νῦν ὀνομάζει τὸν διάβολον, ζωὴν δὲ ἑαυτόν.

Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὦν οὐκ ἐμνήσθης ἔτι, κ. τ. ἑ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονετοῦ ἐν ᾧ οὐ γίνεται.

Καὶ αὐτοὶ ἐκ τῆς χερός σου ἀπώσθησαν. κ. τ. ἑ. Χεῖρα νῦν λέγει τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἡτις πέφυκε βοηθεῖν τοῖς πολεμουμένοις.

Ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, κ. τ. ἑ. Τὸν θυμὸν τοῦ Θεοῦ ἔστησεν ὁ Χριστὸς κστὰ πάν των ὁρμήσαντα τῶν ἀνθρώπων. Διότι « πάντες ἑξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηπότητα. »

Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; κ. τ. ὲ.

Οἱ ἐστερημένοι τῆς ζωῆς οὐ δύνανται δεῖν τὰ θσνμάσια τῆς ζωῆς τῆς εἰπούσης· « Ἐγώ εἰμι ἡ ζωή.»

Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου. καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; κ. τ. ἑ. Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὐτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια.

Καὶ ὁ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ, κ. τ. ἑ. Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν.

Οἱ φοβερσμοί σου ἐξετάραξάν με, κ. τ. ἑ. Φοβερισμοὺς λέγει δυνάμεις τινὰς ἀκαθάρτους καὶ ραχώδεις.