Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εῖς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας.

Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, κ. τ. ἑ. Αὐτὸς μὲν ὁ Δαυῒδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ Κυρίου.

Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πασας τὰς ἁμαρτίας αὐτῶν, κ. τ. ἑ. Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος τὰς ἁμαρτίας ἀφίστησι· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει.

Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, κ. τ. ἑ. Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης· τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ, ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται.

Δικαιοσύνη ἐνώπιον αὐτοῦ πρυπορεύσεται, κ. τ. ἑ. Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστὶν, ἀφʼ ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνομάζονται.

βῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἔλπίζοντα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ γνῶσις ἡ τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς.

Καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν ρου, κ. τ. ἑ. Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν λνόμασε κραταιῶν.

Μήτηρ Σιὰν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος [*](60 Jerem. I, 2I.) [*](PATROL. GR. XII.)

1548
ἐγενήθη ἐν αὐτῇ, κ. τ. ἑ. Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεν νᾶσθαι ἐν τῷ νῷ.

Ὡς εὐφραινομένων πάντων ἡ κατοικίαὲν σοὶ. κ. τ. ἑ. Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ· καὶ πάντες οἱ κατοικοῦντες ἑν τῇ σοφίᾳ, ὡς σοφίᾳ εὐφραίνονται ἐπὶ γνώσει.