Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χερῶν σου, κ. τ. ἑ. Καὶ ὁ Ἀπόστολος (63) ἐντεῦθεν ὠνόματε « τὸν ἀμάραντον τῆς δόξης στέφανον. » Καὶ ἔσθʼ ὅτε τιμῇ ἐστεφανωμένος τις οὐ συνῆκεν, ὡς ἐν τῷ· « Ἄνθρωπος ἐν τιμῆ ὢν οὐ συνῆκεν. » Οὐκ Ἐπὶ τὰ ἔργα σου δὲ εἶπεν, ἅπερ οἶμαι εἶναι τὰ μὴ βλεπόμενα. Πρῶτοι μὲν οὖν ἐν ἔργοις ἐσμὲν χειρῶν Θεοῦ, τουτέστι τοῖς μὴ βλεπομένοις. Ταῦτα δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν νοεῖται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν· δόξῃ γὰρ καὶ τιμῇ ὁ ἄνθρωπος ἐστεφάνωται· « Συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, » καθώς φησιν ὁ Ἀπόστολος.

ἄντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς χθύας τῆς θαλάσσης, κ. τ. ἑ. Ὅπου μὲν καθαρὰ (64) πρόβατα καὶ βόες, « πάντα » προσέθηκεν· ἕνθα δὲ ἐνδέχεται καὶ ἀκάθαρτα, ὡς ἐπὶ τῶν κτηνῶν τοῦ πεδίου, οὐκ εἴρηται « πάντα. » Ὁμοίως καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἰχθύων τῆς θαλάσσης.

Εἰς τὸ τέλος ὑπέρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ. Κρύφιά ἐστι (65) γνῶσις ἀπόῤῥητος τῶν περὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ μυστηρίων.

[*](94 Psal. LXXXVIII, 35. 95 Οsee. IV, 14. 96 Hebr. II, 9. 97 I Petr. v, 4. 98 Psal. XLVIII, 13. 99 Ephes. II, 6.)[*]((61) Εἰ θαυμάζων, etc. Corderius, Barbarus, schedæ Combelisii, codex Broccianus.)[*]((62) Καὶ αὐτὺς γὰρ σου, etc. Cordeius. Barbarus.)[*]((63) Κούφιά ἐστι, etc. Schedæ Grabi, et rus.)
1188

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῶ ὀνόματί σου, Ὕψιστε, κ. τ. ἐ. Ὁ ἐξ ὅλης καρδίας ἀγαπῶν δύναται ἐξ ὅλης καρδίας ἐξομολογεῖσθαι. « Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, » καὶ τὰ ἐξῆς. Ὅταν ἀναγεγραμμένα τεράστια, θαυμαστὰ τυγχάνοντα, παραστῆσαι δυνάμενος ᾧ λόγῳ γέγονε, καὶ τίνοε ἐστὶ σύμβολα. πεποίηκε τὰ εἰρημένα. Τοῦτο δὲ μόνου τοῦ Σωτῆρος ἔργον ἔστιν ἰδεῖν. Εἰ δὲ καὶ ἡ κτίσις καὶ πάντα ὄσα ἐποίησεν ὁ Θεὸς, θαυμάσια αὐτοῦ ἐστι, πολλῷ πλέον φανεῖται, ὅτι τοῦ Σωτῆρός ἐστιν ἡ εὐχή. Τίς δὲ ἄρα διηγήσεται πάντα τὰ θαυμάσια τοῦ Πατρὸς εἰ μὴ ὁ Κύριος τοῖς ωοῆσαι δυναμένοις τὰ τηλικαῦτα θαύματα τελείοις, περὶ ὦν μᾶλλον λεχθήσεται· « Σοφίαν δὲ μᾶλλον λαλοῦμεν ἐν τοῖς τελείοις; » — « Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι, » πυνθανόμενος τῶν ἐπί τισιν εὐφραινομένων, εἰ ἐν Θεῷ εὐφραίνονται, ἵνα ῆ ἐπιμένωσι τῇ εὐφροσύνῃ, ἢ ἀποστῶσιν. Ὁ δὲ ἐπʼ ὄρος ἀναβὰς ὑψηλὸν τὸ Σιὼν καὶ ὑψῶν αὐτοῦ ψάλλει τῷ ὀνόματι τοῦ Ὑψίστου.

Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, κ. τ. ἑ. Τίνες ἀσθενήσουσι (67) καὶ ἀπολοῦνται ἀπὸ προσώπου τοῦ Θεοῦ (ἐπεὶ « πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· ») οὐ προειπὼν, ἡμῖν καταλέλοιπεν ἐννοεῖν. Ὅταν καταργηθῇ ὁ ἐχθρὸς τῇ κακίᾳ προϊὼν, καὶ ἀναποδίσῃ ὀπίσω ἐκ τοῦ ἐμποδίζεσθαι, τότε οἱ τῇ κακίᾳ ἰσχυροὶ ἀσθενήσουσιν. Εἶτα καθʼ ὁ ἁμαρτάνουσιν, ἀπολοῦνται, τοῦτο ἐργαζομένου αὐτοῖς τοῦ προσώπου τοῦ Θεοῦ. Νοηθὲν γὰρ ἀφανίζει τὰ γήϊνα.

Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ (68) ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις.

Ἐπετίμησας ἕθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὅνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ. Τὸ, « ἐπετίμησας (69), » διόρθωσιν σημαίνει, ὅπερ δῆλον ἐκ τοῦ· « Ἕλεγξον, παρακάλεσον, ἐπιτίμησον. » — « Τὸ δνομα αὐτοῦ ἐξήλειψας. » Ἐξήλειψε δὲ ὁ Θεὸς τοῦ Ἁβράμ τὸ ὄνομα ποιήσας αὐτὸν Ἀβραὰμ, καὶ τῆς Σάρας καλῶν αὐτὴν Σάῤῥαν, καὶ τοῦ Σιμῶνος ὀνομάσας αὐτὸν Πέτρον. Οὕτω τε ἀκόλουθόν ἐστι τὸ ὄνομα ἐξαλείφεσθαι τούτων οἶς ἐπετίμησε· καὶ μάλιστα ἐπεὶ ἐπιφέρεται τό· « Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. » Πρόσχες καὶ ὅτι οὐκ εἴρηται· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας ἐκ βίβλου ζώντων, (οὐ γὰρ ἐν βίβλῳ ζώντων ἦν ἐγγεγραμμένα τὰ ἔθνη·) ἀλλʼ ἀκολούθως τοῖς κατʼ αὐτῶν χειρογράφοις. ἐν βίβλῳ ὀφειλόντων, ἢ βίβλῳ νεκρῶν, παρὰ τῷ τῆς ἀδικίας οἰκονόμῳ, ὡς εἰκὸς, ἀναγράφοντι νεκροὺς, καὶ ἀναγράφοντι εἰς γῆν. Ὁ γὰρ Σωτὴρ ἀναγράφει ἐν οὐρανοῖς τὰ ὀνόματα τῶν μαθητῶν.