Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰς τὸ τέλος ὑπέρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυΐδ, κ. τ. ἑ. Καὶ ἐν τῷ (56) π´ καὶ πγ´ ψαλμῷ [*](56 Joan. XII, 32.) [*]((50) Ὅταν οὐκέτι, etc. Corderius, Barbarus.) [*]((51) Μήποτε παρασεσιωπημένως, etc. Codex Coislin.) [*]((52) Σκεύη θανάτου, clc. Schedæ Grabii.) [*]((55) Ὁ μὴ φιλόθεος. Codex Coislin. et Corde- rius.)

1184
τὴν, « Ὑπὲρ τῶν ληνῶν, » εὑρήσεις ἐπιγραφήν. Πρὸς δὲ ταῦτα λάβωμεν τὰ περὶ Νῶε φυτεύοντος ἄμπελον, τήν τε περὶ τοῦ Ἰούδα παρὰ Ἰακὼβ εὐλογίαν, « δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ· » καὶ τὴν Ἶσσάχαρ, ὃς, ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν, ὅτι πίων, ὑπέθηκε τὸν ὦμον εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Καὶ μὴν Ὀζίας γεωργὸς ἦν, ἀμπελουργοὺς ἔχων ἐν τῇ ὀρεινῇ. Καὶ ἡ γυνὴ δὲ παντὸς δικαίου « ὡς ἄμπελός ἐστιν εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ, » γίνεται οἶνος εὐφραίνων καρδίαν ἀνθρώπου. Καὶ ὁ Ἐκκλησιαστὴς ἐφύτευσεν ἀμπελῶνας, ὤρυξε ληνόν. Καὶ ὁ Σολομῶν φησιν· Οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν. »

Τοῦ αὐτοῦ. Ληνοί εἰσι (57) φύσεις λογικαὶ, τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι.

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, κ. τ. ἑ. Ἐν τῷ κατὰ Ματθαῖον (58) πρότερον μὲν οἱ προάγοντες τὸν Σωτῆρα, ἀλλὰ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ « ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις· » ὀλίγον δὲ ὕστερον γέγραπται, ὅτι ἰδόντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, « Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, » ἠγανάκτησαν, καὶ εἶπον αὐτῷ· « Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. Οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων, » καὶ τὰ λοιπά. ἔοικεν οὖν ὁ Ματθαῖος τοὺς αὐτοὺς ὄχλους λέγειν παῖδας, καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς παῖδας, ἀλλὰ καὶ νηπίους καὶ θηλάζοντας. διδάσκων ἡμᾶς διʼ ὧν ἐξέθετο ῥητῶν τοῦ ψαλμοῦ μετὰ ἀλληγορίας, ἀλληγορεῖν καὶ τὸν ψαλμόν. Ζητήσεις δὲ πότερον ταυτόν ἐστιν οἶκος Δαυΐδ, καὶ υἱὸς Δαυΐδ. Καὶ εἰ μὴ ταυτὸν ἐστιν, ἡμάρτηται τὸ κατὰ Ματθαῖον γραφικῶς, ὀφεῖλον ἔχειν ἤτοι δὶς τῷ οἴκῳ Δαυΐδ, ἤτοι τῷ υἱῷ Δαυΐδ.

Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητὴν, κ. τ. ἑ. Ἐχθρὸν καὶ ἐκδικητὴν (59), τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. Τὸν διάβολον κατέλυσεν ὁ Χριστὸς διʼ ἁλιέων καὶ ἀγραμμάτων καὶ τῇ κακίᾳ νηπιαζόντων.

Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ὁ σὺ ἐθεμελίωσας, κ. τ. ἑ. « Ὅτι ὅψομαι (60) τοὺς οὐρανούς. » Τοῦτο τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα, ὅτε καὶ τὸν λόγον αὐτοῦ. καὶ τὴν αἰτίαν γινώσκομεν. « Ἕργα τῶν δακτύλων σου.» Ζητήσεις εἰ ἕτερά ἐστι τὰ ἔργα τῶν δακτύλων τοῦ Θεοῦ πρὸς τὰ ἔργα τῶν ὅλων χειρῶν αὐτοῦ, εἰ ἐν μέρει ἐστὶ τὰ πρότερα τῶν δευτέρων. « Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. » Διὰ τί ἤλιον οὐκ ὠνόμασεν; Μήποτε ὅτε μὲν εἰσάγεταί τις, πρῶτσ [*](87 Cen. IX et XLIX. 88 Psal. CXXVII, 3. Psal. oa t5. Eccles. II, 4. Prov. III, 10. 92 Matth. XXI, 9. ibid. 16.) [*](dæ, et Barbarus.) [*]((60) τι ὄψομαι. Corderius. Barbarus, codd. Baroccianu, et schedæ Combefisii.)

1185
συνίησι τὰ τῆς νυκτὸς, ὕστερον δέ ποτε τὰ τῆς ἡμέρας.

Τί ἐστιν ἄνθρωπος, ὄτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν, κ. τ. ἑ. Εἰ θαυμάζων (61), ὅτι μιμνήσκεται Κύριος τοῦ ἀνθρώπου, καὶ ὅτι ἐπισκέπτεται υἱὸν ἀνθρώπου, ταῦτά φησι, δῆλον, ὅτι εὐεργετῶν ἐπισκέπτεται. Τοῦτο δὲ σημειὡσῃ διὰ τὸ, « Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν, » καὶ διὰ τὸ, « Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύωσι, » καὶ τὰ ὅμοια.

Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, κ. τ. ἑ. Καὶ αὐτὸς γάρ σου (62) γνῶσινἔχειν πεφυκὼς, οὐκ ἀπολείπεται λίαν. Ὁμοιοῦται γάρ σοι, κατὰ τὸ δυνατὸν, ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει. Καὶ διὰ τὴν εἰκόνα καὶ τὴν ὁμοίωσιν τὴν τῶν θνητῶν αὐτῷ ζώων προστασίαν ἀπένειμας. Ταύτας εἰρῆσθαι περὶ Χριστοῦ τὰς λέξεις ὁ Παῦλος Ἑβραίοις φησί. Λέγει γάρ· « Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. »

Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χερῶν σου, κ. τ. ἑ. Καὶ ὁ Ἀπόστολος (63) ἐντεῦθεν ὠνόματε « τὸν ἀμάραντον τῆς δόξης στέφανον. » Καὶ ἔσθʼ ὅτε τιμῇ ἐστεφανωμένος τις οὐ συνῆκεν, ὡς ἐν τῷ· « Ἄνθρωπος ἐν τιμῆ ὢν οὐ συνῆκεν. » Οὐκ Ἐπὶ τὰ ἔργα σου δὲ εἶπεν, ἅπερ οἶμαι εἶναι τὰ μὴ βλεπόμενα. Πρῶτοι μὲν οὖν ἐν ἔργοις ἐσμὲν χειρῶν Θεοῦ, τουτέστι τοῖς μὴ βλεπομένοις. Ταῦτα δὲ καὶ μετὰ τὴν ἐνανθρώπησιν νοεῖται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν· δόξῃ γὰρ καὶ τιμῇ ὁ ἄνθρωπος ἐστεφάνωται· « Συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, » καθώς φησιν ὁ Ἀπόστολος.

ἄντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς χθύας τῆς θαλάσσης, κ. τ. ἑ. Ὅπου μὲν καθαρὰ (64) πρόβατα καὶ βόες, « πάντα » προσέθηκεν· ἕνθα δὲ ἐνδέχεται καὶ ἀκάθαρτα, ὡς ἐπὶ τῶν κτηνῶν τοῦ πεδίου, οὐκ εἴρηται « πάντα. » Ὁμοίως καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἰχθύων τῆς θαλάσσης.