Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ἐπτωχεύσαμεν σφόδρα, κ. τ. ἑ. Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν.

Ἐξέγειρον τὴν δυναστείαν σου, κ. τ. ἑ. Χρι· στὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.

Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, κ. τ. ἑ. Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν.

Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, κοὶ σωθησόμεθα, κ. τ. ἑ. Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνομασεν· « Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτοο, Πρωτότοκος πάσης κτίσεως. »

Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, κ. τ. ἑ. Ἄμτελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.

Καὶ αἰ ἀναδενδράδες αὐτῆς τὰς κέδρους του Θεοῦ, κ. τ. ἑ. Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί.

Γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου, κ. τ. ἑ. Ἄνδρα δεξιὸν λέγει τὸν Χριστὸν, ὅστις ἐστ καὶ Υἱὸς ἀνθρώπου.

Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεςἰμεθα, κ. τ. ἑ. Οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ ὁ εἰπών· « Ἐγώ εἰμι ἡ ζωή.»

Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν, κ. τ. ἑ. Νόμον ὃν οὐκ ἠπίστατο, ἤκουσεν.

Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, κ. Πρόσφατός ἐστι Θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος. ἢ ὁ τῇ κακίᾳ πεποιωμένος.

Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. κ. τ. ἑ. Στόμα νῦν τὸν νοῦν λέγει, ὅστις λαμπρύνε· ται διὰ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.

Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, κ. τ. ἑ. « Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς τάθ ἀτιμίας. »

Ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς [*](⁶ Iebr. vn, 14. Coloss. I, 15. ⁵ Joan. Xv, 6, » Rom., 26.)

1545
εἷς τῶν ἀρχόντων πίπτετε, κ. τ. ἑ. « Ἐγὼ, φησὶν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;

Εἶπον· Δεῦτε, καὶ ἐξολοθρεόσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραήλ ἔτι, κ τ. ἑ. Ἐντεῦθεν γινώσκομεν, ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπʼ ἀπωλείᾳ ψυχῆς.

Οἵτινες εἶπον· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, κ. τ. ἑ. Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος Θεοῦ.

Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, κ. τ. ἑ. Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς.

Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, κ. τ. ἑ. Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὅνομα Κυρίου.

Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εῖς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας.

Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, κ. τ. ἑ. Αὐτὸς μὲν ὁ Δαυῒδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ Κυρίου.