Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄρτον ἀγγέλων ἐφαγεν ἄνθρωπος, κ. τ. ἑ. Ὀ Σωτήρ φησιν· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. » Τοῦτον οὗν τὸν ἅρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ « ἐσθίειν » ἐνταῦθα τὸ « γινώσκειν » σημαίνει. Τοῦτο γὰρ ἐσθίει νοῦς ὃ καὶ γινώσκει, καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει.

Καὶ ἔβρεξεν ἐπʼ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, κ. τ. ἑ. Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν.

Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, κ. τ. ἑ. Ἀντὶ τοῦ σαρκικοί.

Ἐβαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, κ. τ. ἑ. Οἱ Ἑβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα.

Ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χὰμ, κ. τ. ἑ. Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαὸν, ποιμένα μιμούμενος τῆς ποίμνης ἡγούμενον.

Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἀγιάσ ματος αὐτοῦ, κ. τ. ἑ. Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ.

Καὶ ἐσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ, κ. τ. ἑ. « Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. »