Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, κ. τ. ἑ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κὐριος ἡμῶν, » φησὶν Ἀπόστολος.

Ὅτι ἐπτωχεύσαμεν σφόδρα, κ. τ. ἑ. Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν.

Ἐξέγειρον τὴν δυναστείαν σου, κ. τ. ἑ. Χρι· στὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.

Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, κ. τ. ἑ. Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν.

Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, κοὶ σωθησόμεθα, κ. τ. ἑ. Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνομασεν· « Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτοο, Πρωτότοκος πάσης κτίσεως. »

Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, κ. τ. ἑ. Ἄμτελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.