Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι, κ. τ. ἑ. Ὅτε πᾶσα φωνὴ (22) ἡμῶν κατὰ Θεόν ἐστι, τότε ἐπὰν γένηται πρὸς αὐτὸν ἡ φωνὴ ἡμῶν, προσέχει ἡμῖν ἀμίαντον ἔχουσι τὴν φωνήν.

Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεόν ἐξεζήτησα, κ. τ. ἑ. Διὰ τῆς πρακτικῆς (23) ἐν τῷ νῦν αἰῶνι τὸν Θεὸν ἐκζητοῦμεν.

Τοῦ αὐτοῦ. Ἀγίου τὸ (24) ἐν περιστάσεσι μὴ θο λοῦσθαι, ἀλλʼ ἐκζητεῖν τὸν Θεόν.

Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἐμνήσθην τοῦ Θεοῦ, κ. τ. ἑ. Ἡ μηδὲ τὴν ἀρχὴν (25) λυπουμένη ψυχὴ ἐπὶ τοῖς πειρασμοῖς, ὡς μὴ δεομένη παρακλήσεως, ἀπαναίνεται παρακληθῆναι.

δοῦ αὐτοῦ. Οὐδὲν οὕτω (26) παρακαλεῖ ψυχὴν ὡς μνήμη Θεοῦ.

Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Τοῦτο γνώρισμά (27) ἐστι πολλῆς ἀγρυπνίας.

Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, κ. τ. ἑ. Ὁ κινηθεὶς μὲν (28) ὑπὸ ὀργῆς, ἢ λύπης, ἢ τῶν λοιπῶν, ἐγκρατευσάμενος δὲ μηδὲν ἀπὸ ὀργῆς, ἢ λύπης, ἥ τινος τῶν παθῶν, εἴποι ἄν·« Ἐταράχθην, καὶ οὐκ ἐλάλησα. »

[*](49 Prov. vi, 4,5. 50 Psal. 11, 2.)[*]((18) Διʼ ὃ καλῶς, etc. Codex Coislinianus primus.)[*]((19) Οὔτως ἄνδρες πλούτου, etc. Idem.)[*]((20) Οἱ δαίμονες, etc. Codex Coislinianus secundus.)[*]((21) Ἀφαιρεῖται πνεύματα, etc. Idem.)[*]((22) Ὅτε πᾶσα φωνή, etc. E codice Coisliniano secundo.)[*]((28) Ὁ κινηθεὶς μέν, etc. E Coisliniano secundo.)
1540

Διελογισάμην ἡμέρας ἀρχαίας και ἔτη αλώνια ἐμνήσθην, κ. τ. ἑ. Ὁ τὰ ἄδηλα (29) καὶ τὰ κρύφια τοῦ Θεοῦ ἐγνωκὼς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων, καὶ τῶν ἐν αὐτοῖς ἐτῶν, καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας.

Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε (30)· Νοῒ καὶ τῷ πνεύματι ἠδολέσχουν.