Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραῆλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τό πος αὐτοῦ, κ. τ. ἑ. Ὁ φύσει τοῦ Θεοῦ (13) ἐν ἡμῖν τόπος, οὐκ ὣν πρότερον ἐν εἰρήνῃ, γέγονεν εἰρήνη. Ἐν τῇ Χριστοῦ οὖν ἐπιδημίᾳ ἐγνώσθη ὁ Θεὸς, ἀποκαλύψαντος αὐτὸν τοῦ Υἱοῦ ἐν τῇ ἄνω Ἰεροοσαλήμ Ἤ ἐν τῇ ἄνω Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, ἔνθα ὁ ὀληθινὸς Θεός ἐστιν αὐτοῦ, καὶ οὐ τυπικὴ δόξα αὐτοῦ νῦν γὰρ διʼ ἐσόπτρου καὶ ἐν αἰνίγματι γνωστός ἐσπιν ὁ Θεός. Ἀλλὰ καὶ οὐκ ἐν τῷ κατὰ σάρκα, ἀλλὰ λστὰ πνεῦμα Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. « Τόπος » δὲ Θεοῦ ὃν διδόασιν ἐν ἑαυτοῖς αὐτῷ, ἐν τῇ ἄνω ἐστὶν Ἰουδαίᾳ, ἐνόᾗ « ἐγενήθη ἐν εἰρήνῃ·» ᾧ ἀνάλογόν ἐστ «τὸ κατοικητήριον » τοῦ Θεοῦ « ἐν Σιὼν, » περὶ ᾗς εἴρηται· « Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ» ἔνθα διὰ τοῦτό ἐστιν εἰρήνη, ἐπεὶ συνετρίβη ἐν αὐτῇ τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαία, καὶ πόλεμος.

Τοῦ αὐτοῦ. Τόπος Θεοῦ (14), ψυχὴ καθαρά· κατοι κητήριον δὲ Θεοῦ, νοῦς θεωρητικός.

Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον, κ. τ. ἑ. Τόξα νῦν (15) τοὺς δαὶμονας ὀνομάζει, ἀφʼ ὧν τὰ πεπυρωμένα βέλ ἐκπέ μπονται. Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δὲ αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται.

Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων κ. τ. ἑ. Τουτέστι, διδάσκεις (16) ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων.

Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ κ. τ. ἑ. Τὸ ταράττεσθαι (17) ἀσυνέτων ἐστί· συνετο γὰρ οὐ ταράσσονται.

Ὕπνωσαν ὕπνον αὐτῶν, κοὶ οὐχ εὖρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν, [*]((15) Τόξα νῦν, etc. Idem codex ms.) [*]((16 Τουτέστι διδάσκεις, etc. Idem.) [*]((17) Τὸ ταράττεσθαι, etc. Codex Coisluians secundus.)

1537
κ. τ. ἑ. Διʼ ὃ καλῶς (18) παρεγγυᾷ ὁ σοφὸς Σολομὼν, « Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι, μηδʼ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. »