Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἀγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ. Σκήνωμα τοῦ ὀνόματος (95) τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρανίου γενόμενος.

[*](44 Joan. α, 9.)[*]((89) Ὡς πρὸς τὸ ῥητόν, etc. Ecodice Coisliniano serundo.)[*]((90) Τὸ, Εἰσελεύσεται, etc. Ex eodem.)[*]((91) Ζητήσεις ἀπὸ ποίας, etc. Εα eodem.)[*]((92) Ζητησεις εἴτε, etc. LEx eodem.)
1532

Ἴνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εῖς τέλος; κ. τ. ἑ. Εἰ διαφέρει ἡ χεὶρ (96) καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι μήποτε ἡ μὲν χεὶρ τὰ κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ, ἡ δεξιὰ δὲ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθά οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστολὴν διʼ ἀγγέλων πονηρῶν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεὸς ἐκ μέσου τοῦ κόλπου· ὡς πάλαι μὲν δεδομένων ἐκ μέσου τοῦ κόλπου ἀγαθῶν ἀπὸ τῆς χειρὸς τοῦ Θεοῦ· ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγαθὰ, καὶ διδόναι τῷ λαῷ. Ἅμα δὲ ζητήσεις εἰ δύο εἰσὶν ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ.

Ὁ δὲ Θεῖς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς, κ. τ. ἑ. Ὄτε ὁ Υἱὸς (97) τοῦ ἀνθρώπου ἐποίησεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Τάχα δὲ « τὸ μέσον τῆς γῆς » τὸ κέντρον αὐτῆς λέγει, σφαιροειδοῦς οὕσης.

Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, κ. τ. ἑ. Ἵνα μηκέτι (98) ἐναντίος ἢ ὁ ἄνεμος τοῖς πλέουσι μαθηταῖς, καὶ γενομένης αὐτοῖς γαλήνης γένωνται εἰς τὴν γῆν εἰς ἣν ὑπῆγον.

Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ. Διὰ τί παρῆκε (99) τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως.

Μνήσθητι ταύτης, κ. τ. ἑ. Μνήσθητι ταύτης (1) τῆς κτίσεως δηλονότι. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν οὐ τοῖς, διʼ οὓς ἡ κτίσις γεγένηται· ἢ καὶ οὕτως ταύτης τῆς συναγωγῆς ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· καὶ πρὸς ἐκεῖνο γὰρ ἀποδίδοται.