Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὡς ἐν δρυμῷ ξύλων ἀξναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ. τ. ἑ. Ταῦτα πάντα (94) πεπλήρωται ἐν τῇ τῶν Ἰεροσολύμων ἁλώσει, ὥσπερ Ἰώσηπος ἱστορεῖ καθένα διηγούμενος τῶν πεπραγμένων.
Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἀγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ. Σκήνωμα τοῦ ὀνόματος (95) τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρανίου γενόμενος.
[*](44 Joan. α, 9.)[*]((89) Ὡς πρὸς τὸ ῥητόν, etc. Ecodice Coisliniano serundo.)[*]((90) Τὸ, Εἰσελεύσεται, etc. Ex eodem.)[*]((91) Ζητήσεις ἀπὸ ποίας, etc. Εα eodem.)[*]((92) Ζητησεις εἴτε, etc. LEx eodem.)Ἴνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εῖς τέλος; κ. τ. ἑ. Εἰ διαφέρει ἡ χεὶρ (96) καὶ ἡ δεξιὰ τοῦ Θεοῦ, ἐφίστημι μήποτε ἡ μὲν χεὶρ τὰ κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ ποιεῖ, ἡ δεξιὰ δὲ τὰ ὑπὲρ τοῦ λαοῦ ἀγαθά οἷον ἡ χεὶρ, ὅτε θυμὸν καὶ ὀργὴν καὶ θλίψιν ἀποστολὴν διʼ ἀγγέλων πονηρῶν Αἰγυπτίοις ὑπὲρ Ἑβραίων ἀπέστειλεν ὁ Θεὸς ἐκ μέσου τοῦ κόλπου· ὡς πάλαι μὲν δεδομένων ἐκ μέσου τοῦ κόλπου ἀγαθῶν ἀπὸ τῆς χειρὸς τοῦ Θεοῦ· ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγαθὰ, καὶ διδόναι τῷ λαῷ. Ἅμα δὲ ζητήσεις εἰ δύο εἰσὶν ἡ χεὶρ καὶ ἡ δεξιὰ τοῦ Θεοῦ.