Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μνήσθητι ταύτης, κ. τ. ἑ. Μνήσθητι ταύτης (1) τῆς κτίσεως δηλονότι. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ, τὴν κτίσιν πεποίηκας, παράσχου τὴν ἐπικουρίαν οὐ τοῖς, διʼ οὓς ἡ κτίσις γεγένηται· ἢ καὶ οὕτως ταύτης τῆς συναγωγῆς ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· καὶ πρὸς ἐκεῖνο γὰρ ἀποδίδοται.

Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ. Εἰ θηρία (2) λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τθῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷ Ἰὼβ λέγει· « Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. »

Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ὲ. Μνήσθητι τῶν (3) ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι.

Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοε τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. Ἐσκοτισμένος νοῦς (4) πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.

Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. « Ἀνάστα, ὁ Θεὸς (5), [*]((2) Εἰ θηρία, etc. Ε codice Coisliniano psimσ.) [*]((3) Μνήσθητι τῶν, etc. Ex eodem.) [*]((4) Ἐσκοτισμένος νοῦς, etc. Ex codem.) [*]((5) Ἀνάστα, ὁ Θεός, cic. E codice Coisiaiase secundo.)

1533
ἔως, « ὅλην τὴν ἡμέραν. » Οὐκ εἶπε, τὴν δίκην μου, ἀλλὰ « τὴν δίκην σου. » Ἐγὼ μὲν γὰρ, φησὶ, ἐνδίκως ὑπομένω ταῦτα· ἐκεῖνοι δὲ πολλὰς ἐτόλμησαν κατὰ σοῦ βλασφημίας. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν διανίστησι τὸν Θεόν. Ἢ καὶ οὕτως· Μνήσθητι τῆς συνθήκης σου αὐτοῖς διὰ τοῦ Χριστοῦ δεδωρημένης. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν, καὶ οἴκων ἀνομιῶν πεπληρωμένοι οἱ μὴ καταδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σύ γε ὡς Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκεσίας. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα, ἀλλὰ σὺ, (σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων παρώξυνε·) τούτου χάριν « ἀνάστηθι καὶ δίκασον τὴν δίκην σου. »

Τοῦ αὐτοῦ. Νῦν ἄφρονα (6) τὸν διάβολον ὀνομάζει.