Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ. « Μακάριοι γὰρ (58) οἱ εἰρηνοποιοί. »

Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπσεινώσει συκοφάντην, κ. τ ἑ. Εἰ ὁ πιστεύων (59) οὐ κρίνεται, μήποτε ὁ μὲν ἐν παντὶ πλουτῶν λόγῳ καὶ γνώσει, καὶ πλουτῶν ἐν ἔργοις ἀγαθοῖς καὶ θησαυρίσας, « οὗ λύτρον ἐστὶ τῆς ψυχῆς ὁ ἴδιος πλοῦτος, » οὐ κρίνεται· ὁ δὲ πτωχεύων τὸ ἀπὸ τοῦ λαοῦ κρίνεται· οὕτε κατορθώσας ἐπὶ τοσοῦτον τὴν πίστιν, ὡς τυχεῖν τοῦ, « Ὅτι ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται· » οὕτε ὡς ἀποπεσὼν, ὡς ἐν ἐκείνοις εἶναι περὶ ὧν εἴρηται· « Ὁμὴ πιστεύων ἤδη κέκριται.» Ἀκούω δὲ τοῦ « ὁ μὴ πιστεύων, » ἀντὶ τοῦ, « ὁ ἀπιστῶν. »

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ. Ὡς ὑετὸς μὲν (60) ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸν Ἰσραήλ.