Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν, κ. τ. ἑ. Ὁ Παῦλός (70) φησιν· « Ὁ μακάριος καὶ μόνος δυνάστης. »
Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, τοῖς εὐθέσι κερδίᾳ, κ. τ. ἑ. Εἰς τὸ ἐφʼ ἑαυτῷ (71) πᾶσιν ἀγαθός ἐστιν ὁ Θεός· « Σωτὴρ » γάρ « ἐστι πάντων ἀνθρώπων, μάλιστα πιστῶν. » Μήποτε δὲ τὸ γεγραμμένον ἴσον δύναται τῷ, Θεωρεῖται τοῖς εὐθέσι τῇ καρδίᾳ ἀγαθός ἐστιν ὁ Θεός. Πῶς γὰρ οὐχὶ καὶ τοῖς κακῶς ἔχουσιν ἀγαθός ἐστιν ὁ ἰατρὸς, οὗ χρῄζουσιν;
Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ. Εἰρήνην νῦν (72) τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.