Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὑτεραρθήσεται ὑπέρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ. Λίβανον λέγει (68) πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺς Ἰσραήλ.
Τοῦ αὐτοῦ. Καρπὸς Χριστοῦ (69) τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τραπικῶς Λίβανον καλεῖ.
Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν, κ. τ. ἑ. Ὁ Παῦλός (70) φησιν· « Ὁ μακάριος καὶ μόνος δυνάστης. »
Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, τοῖς εὐθέσι κερδίᾳ, κ. τ. ἑ. Εἰς τὸ ἐφʼ ἑαυτῷ (71) πᾶσιν ἀγαθός ἐστιν ὁ Θεός· « Σωτὴρ » γάρ « ἐστι πάντων ἀνθρώπων, μάλιστα πιστῶν. » Μήποτε δὲ τὸ γεγραμμένον ἴσον δύναται τῷ, Θεωρεῖται τοῖς εὐθέσι τῇ καρδίᾳ ἀγαθός ἐστιν ὁ Θεός. Πῶς γὰρ οὐχὶ καὶ τοῖς κακῶς ἔχουσιν ἀγαθός ἐστιν ὁ ἰατρὸς, οὗ χρῄζουσιν;
Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ. Εἰρήνην νῦν (72) τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.