Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, κ. τ. ἑ. Ζῇ Χριστὸς (65) ἐν τοῖς δεχομένοις αὐτόν· « Ζῶ » γὰρ, φησὶν, « οὐκέτι ἐγώ· ζῆ δὲ ἐν ἐμοὶ Χριστός. » Ἕτερος δέ φησι περὶ Σολομῶντος ὅτι καὶ Ἄραβες καὶ οἱ προσεχεῖς ἐπιχώριοι φόρον αὐτῷ τελοῦσιν.

Καὶ προσεύξονται περἱ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν, κ. τ. Λέγοντες (66)· « Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθʼ ἡμέραν. »

Τοῦ αὐτοῦ. Μαθόντες (67) οἱ ἄγιοι, ὡς οὐδεὶς τῶν γεννητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυνάστου συνεχῶς εὐχὴν τῷ Πατρὶ ἀνέπεμπον.

Ὑτεραρθήσεται ὑπέρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ. Λίβανον λέγει (68) πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺς Ἰσραήλ.

Τοῦ αὐτοῦ. Καρπὸς Χριστοῦ (69) τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τραπικῶς Λίβανον καλεῖ.

Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν, κ. τ. ἑ. Ὁ Παῦλός (70) φησιν· « Ὁ μακάριος καὶ μόνος δυνάστης. »