Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Πάντα τὰ ἔθνη δουλεύσουσαν αὐτῷ, κ. τ. ἑ. Εἰ δουλεύσουσιν (64) αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ.
[*](24 Matth. ν, . 25 Prov. Xm, 8. 26 Joan. Xm, 18. 27 Philip. n, 10.)[*](mus, at schedæ Grabi.)[*]((61) Ἀντὶ τοῦ, etc. Idem codex et schedæ Grabi.)[*]((62) Διαφοράν, etc. Coislinianus secundus.)[*]((63) Θαρσεῖς ἔθνος, etc. Coislinianus primus.-)[*]((64) Εἰ δουλεύσουσιν, etc. Codex Coishmanu secundus, et schedæ Grabi.)Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, κ. τ. ἑ. Ζῇ Χριστὸς (65) ἐν τοῖς δεχομένοις αὐτόν· « Ζῶ » γὰρ, φησὶν, « οὐκέτι ἐγώ· ζῆ δὲ ἐν ἐμοὶ Χριστός. » Ἕτερος δέ φησι περὶ Σολομῶντος ὅτι καὶ Ἄραβες καὶ οἱ προσεχεῖς ἐπιχώριοι φόρον αὐτῷ τελοῦσιν.
Καὶ προσεύξονται περἱ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν, κ. τ. Λέγοντες (66)· « Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθʼ ἡμέραν. »
Τοῦ αὐτοῦ. Μαθόντες (67) οἱ ἄγιοι, ὡς οὐδεὶς τῶν γεννητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυνάστου συνεχῶς εὐχὴν τῷ Πατρὶ ἀνέπεμπον.
Ὑτεραρθήσεται ὑπέρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ. Λίβανον λέγει (68) πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺς Ἰσραήλ.
Τοῦ αὐτοῦ. Καρπὸς Χριστοῦ (69) τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραὴλ, ὃν τραπικῶς Λίβανον καλεῖ.