Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, κ. τ. ἑ. Ταύτας τὰς φωνὰς (43) τέθεικεν ὡς ὑπὸ τῶν δαιμόνων λεγομένας.

[*]((41)Τοῖς τὴν πλατεῖαν, etc. Idem.)[*]((42) Ἐὸν μὴ πληρωθῇ, etc. Schedæ Crbii et codex Coislinianus primus.)[*]((43) Ταύτας τὰς φωνάς, etc. Iidem mss.)
1521

Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπʼ ἐμοῦ, κ. τ. ἑ. Τὸ, « Μὴ μακρύνῃς (44), » ἀντὶ τοῦ, Μὴ μακρὰν γένῃ ἀπʼ ἐμοῦ.

Τοῦ αὐτοῦ. Μακρὰν ἀπὸ ἀνθρώπου (45) γίνεται ὁ Θεὸς, οὐ κατὰ τὴν οὐσίαν· (πανταχοῦ γὰρ πάρεστι καὶ τὰ πάντα πληροἴ·) ἀλλὰ κατὰ τὴν τῆς προνοίας καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. Χωρίζεται δὲ ἡμῶν διὰ τὸ δυσῶδες τῶν ἡμετέρων ἁμαρτημάτων, καθώς φησι προφήτης ἕτερος· « Αἱ ἁμαρτίαι ὑμῶν διἵστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. »

Περιβαλέσθωσαν αἰσ χύνην καὶ ἐντροπὴν οἱ ζητοῦντές μοι κακὰ, κ. τ. ἑ. Τὸ, « Ἄφες αὐτῷ (46) τὸ ἱμάτιον, » δύναται ἀναφέρεσθαι ἐπὶ τὴν αἰσχύνην καὶ ἐντροπὴν, ἃς περιβάλλεται ὁ τοιόσδε.

Ἐγὼ δέ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου, κ. τ. ἑ. Πολλαὶ αἰνέσεις (47) εἴρηνται τοῦ Θεοῦ ἐννόμῳ καὶ προφήταις, αἷς προστίθησιν ὁ εἰπών· « Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, » ὡς ἀρέσκει τῇ τοῦ Χριστοῦ ἐπωνύμῳ Ἐκκλησίᾳ.