Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, κ. τ. ἑ. Τοῖς τὴν πλατεῖαν (41) καὶ εὐρύχωρον ὁδεύουσι καὶ ἐπάγουσαν ἐπὶ τὴν ἀπώλειαν πολλούς· πολλοὶ γὰρ οἱ διερχόμενοι διʼ αὐτῆς· ὡσεὶ τέρας ἐγενήθη ὁ Ἰησοῦς· ἀλλʼ οὐ τοῖς ὀλίγοις εὑρίσκουσι τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν εἰς ζωήν.

Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου, κ. τ. ἑ. Ἐὰν μὴ πληρωθῇ (42) ὁ νοῦς χάριτος Θεοῦ, ὑμνῆσαι τὴν δόξαν Θεοῦ οὐ δύναται. Στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασε, δόξαν δὲ τὸν Υἱὸν τοῦ Θεοῦ.

Λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, κ. τ. ἑ. Ταύτας τὰς φωνὰς (43) τέθεικεν ὡς ὑπὸ τῶν δαιμόνων λεγομένας.

[*]((41)Τοῖς τὴν πλατεῖαν, etc. Idem.)[*]((42) Ἐὸν μὴ πληρωθῇ, etc. Schedæ Crbii et codex Coislinianus primus.)[*]((43) Ταύτας τὰς φωνάς, etc. Iidem mss.)
1521

Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπʼ ἐμοῦ, κ. τ. ἑ. Τὸ, « Μὴ μακρύνῃς (44), » ἀντὶ τοῦ, Μὴ μακρὰν γένῃ ἀπʼ ἐμοῦ.

Τοῦ αὐτοῦ. Μακρὰν ἀπὸ ἀνθρώπου (45) γίνεται ὁ Θεὸς, οὐ κατὰ τὴν οὐσίαν· (πανταχοῦ γὰρ πάρεστι καὶ τὰ πάντα πληροἴ·) ἀλλὰ κατὰ τὴν τῆς προνοίας καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. Χωρίζεται δὲ ἡμῶν διὰ τὸ δυσῶδες τῶν ἡμετέρων ἁμαρτημάτων, καθώς φησι προφήτης ἕτερος· « Αἱ ἁμαρτίαι ὑμῶν διἵστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. »

Περιβαλέσθωσαν αἰσ χύνην καὶ ἐντροπὴν οἱ ζητοῦντές μοι κακὰ, κ. τ. ἑ. Τὸ, « Ἄφες αὐτῷ (46) τὸ ἱμάτιον, » δύναται ἀναφέρεσθαι ἐπὶ τὴν αἰσχύνην καὶ ἐντροπὴν, ἃς περιβάλλεται ὁ τοιόσδε.