Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θεός μου, ῥῦσαί με ἐκ χερὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ. Τὸν Σατανᾶν λέγει (39) ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ.

Ἐπὶ σὲ ἐπεστηρέχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς, κ. τ. ἑ. Ὁ εἰδὼς (40) ἀπὸ γαστρὸς μόνος ἐπιστηρίζεσθαι Θεἰ Ἰησοῦς ταῦτά φησι. Σκεπαστὴς δὲ αὐτοῦ ἐγένετο ὅτι οἱ μάγοι ἐχρηματίσθησαν διʼ ἄλλης ὁδοῦ ἀναχωρῆσαι εἰς τὴν χώραν αὐτῶν, καὶ Ἰωσὴφ, παραλαβὼν τὸ παιδίον ἅμα τῇ μητρὶ αὐτοῦ, εἰς Αἴγυπτον κελευσθεὶς ἀπῆλθεν, ἵνα μὴ ἀναιρεθῇ μετὰ τῶν παίδων ὁ Ἰησοῦς.

Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, κ. τ. ἑ. Τοῖς τὴν πλατεῖαν (41) καὶ εὐρύχωρον ὁδεύουσι καὶ ἐπάγουσαν ἐπὶ τὴν ἀπώλειαν πολλούς· πολλοὶ γὰρ οἱ διερχόμενοι διʼ αὐτῆς· ὡσεὶ τέρας ἐγενήθη ὁ Ἰησοῦς· ἀλλʼ οὐ τοῖς ὀλίγοις εὑρίσκουσι τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν εἰς ζωήν.

Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου, κ. τ. ἑ. Ἐὰν μὴ πληρωθῇ (42) ὁ νοῦς χάριτος Θεοῦ, ὑμνῆσαι τὴν δόξαν Θεοῦ οὐ δύναται. Στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασε, δόξαν δὲ τὸν Υἱὸν τοῦ Θεοῦ.

Λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, κ. τ. ἑ. Ταύτας τὰς φωνὰς (43) τέθεικεν ὡς ὑπὸ τῶν δαιμόνων λεγομένας.

[*]((41)Τοῖς τὴν πλατεῖαν, etc. Idem.)[*]((42) Ἐὸν μὴ πληρωθῇ, etc. Schedæ Crbii et codex Coislinianus primus.)[*]((43) Ταύτας τὰς φωνάς, etc. Iidem mss.)
1521

Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπʼ ἐμοῦ, κ. τ. ἑ. Τὸ, « Μὴ μακρύνῃς (44), » ἀντὶ τοῦ, Μὴ μακρὰν γένῃ ἀπʼ ἐμοῦ.

Τοῦ αὐτοῦ. Μακρὰν ἀπὸ ἀνθρώπου (45) γίνεται ὁ Θεὸς, οὐ κατὰ τὴν οὐσίαν· (πανταχοῦ γὰρ πάρεστι καὶ τὰ πάντα πληροἴ·) ἀλλὰ κατὰ τὴν τῆς προνοίας καὶ τὴν τῆς βοηθείας ἐνέργειαν. Χωρίζεται δὲ ἡμῶν διὰ τὸ δυσῶδες τῶν ἡμετέρων ἁμαρτημάτων, καθώς φησι προφήτης ἕτερος· « Αἱ ἁμαρτίαι ὑμῶν διἵστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. »

Περιβαλέσθωσαν αἰσ χύνην καὶ ἐντροπὴν οἱ ζητοῦντές μοι κακὰ, κ. τ. ἑ. Τὸ, « Ἄφες αὐτῷ (46) τὸ ἱμάτιον, » δύναται ἀναφέρεσθαι ἐπὶ τὴν αἰσχύνην καὶ ἐντροπὴν, ἃς περιβάλλεται ὁ τοιόσδε.

Ἐγὼ δέ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου, κ. τ. ἑ. Πολλαὶ αἰνέσεις (47) εἴρηνται τοῦ Θεοῦ ἐννόμῳ καὶ προφήταις, αἷς προστίθησιν ὁ εἰπών· « Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, » ὡς ἀρέσκει τῇ τοῦ Χριστοῦ ἐπωνύμῳ Ἐκκλησίᾳ.

Ὅτι οὐκ ἔγνων γραμματείας, κ. τ. ἑ. Εἰ ἔστι γράμμα (48) μὲν ἀποκτεῖνον, πνεῦμα δὲ ζωοποιοῦν, τὸ μὲν παρώνυμον τοῦ γράμματος οὐκ ἔγνω ὁ γινώσκων Κύριος τοὺς ὄντας αὐτοῦ· τὸ δὲ παρώνυμον τοῦ πνεύματος ἔγνω.

Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, κ. τ. ἑ. Τῆς τοῦ Πατρὸς (49) δικαιοσύνης Χριστὸς μνησθήσεται.

Ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ, κ. τ. ἑ. Βραχίων (50) τοῦ Θεοῦ ὁ Χριστός.

Ὁ Θεὸς, ἕως ὑψίστων ἂ ἐποίησας μεγαλεῖα, κ. τ. ἑ. « Εἰρηνοποιήσας (51) διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. »

Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, κ. τ. ἑ. Σαφῶς (52) περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ταῦτα εἴρηται.

Τοῦ αὐτοῦ. Ἄβυσσον νῦν (53) ὠνόμασε τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. Εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν.

Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, κ. τ. ἑ. Σκεῦος ψαλμοῦ (54) ψυχὴ καθαρά.