Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἄβυσσον νῦν (53) ὠνόμασε τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. Εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν.

Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, κ. τ. ἑ. Σκεῦος ψαλμοῦ (54) ψυχὴ καθαρά.

Εἰς Σαλομὼν, κ. τ. ἑ. Εἰς Σαλομὼν (55) τὸν υἱὸν Δαυΐδ·« Βἱβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ. » Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.

[*](29 Isai. α. 2. 30 Matth. v, 40. 31 ibid. ν, 17.)[*]((44) Τὸ, μὴ μακρύνῃς, cic. Codex Coislinianus primus.)[*]((45) Μακρὰν ἀπὸ ἀνθρώπου, etc.Schcdæ Crabii.)[*]((46) Τὸ, Ἄφες αὐτῷ, etc. Codex Coislinianus secundus, et schedæ Grabi.)[*]((47) Πσλλαὶ αἰνέσεις, etc. Idem codex Coisliniaius secandus,)[*]((48) Εἰ ἔστι γράμμα, cic. Idem.)[*]((49) Τῆς τοῦ Πατρός, etc. Idem.)[*]((50) Βραχίων, etc. Codex Coislinianus primus.)
1524

Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, κοὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλάως, κ. τ. ἑ. Βασιλεὺς Χριστὸς (56), βασιλέως Θεοῦ Υἱός· διὸ δὴ αὐτὸς βασιλεύει, ἕως πάντες οἱ ἐχθροὶ ὑποταγῶσιν αὐτῷ. Εἶτα παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί.

Κρίνειν τόν λαόν σου ἐν δικειοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει, κ. τ. ἑ. Οὐ πάντες (57) οἱ πτωχοὶ τοῦ Θεοῦ εἰσιν, ἀλλʼ οἱ διὰ τὸ παρεῖναι τῷ Ἰησοῦ μακαριζόμενοι ὑπʼ αὐτοῦ.

Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ. « Μακάριοι γὰρ (58) οἱ εἰρηνοποιοί. »