Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Περιβαλέσθωσαν αἰσ χύνην καὶ ἐντροπὴν οἱ ζητοῦντές μοι κακὰ, κ. τ. ἑ. Τὸ, « Ἄφες αὐτῷ (46) τὸ ἱμάτιον, » δύναται ἀναφέρεσθαι ἐπὶ τὴν αἰσχύνην καὶ ἐντροπὴν, ἃς περιβάλλεται ὁ τοιόσδε.
Ἐγὼ δέ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου, κ. τ. ἑ. Πολλαὶ αἰνέσεις (47) εἴρηνται τοῦ Θεοῦ ἐννόμῳ καὶ προφήταις, αἷς προστίθησιν ὁ εἰπών· « Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, » ὡς ἀρέσκει τῇ τοῦ Χριστοῦ ἐπωνύμῳ Ἐκκλησίᾳ.
Ὅτι οὐκ ἔγνων γραμματείας, κ. τ. ἑ. Εἰ ἔστι γράμμα (48) μὲν ἀποκτεῖνον, πνεῦμα δὲ ζωοποιοῦν, τὸ μὲν παρώνυμον τοῦ γράμματος οὐκ ἔγνω ὁ γινώσκων Κύριος τοὺς ὄντας αὐτοῦ· τὸ δὲ παρώνυμον τοῦ πνεύματος ἔγνω.
Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, κ. τ. ἑ. Τῆς τοῦ Πατρὸς (49) δικαιοσύνης Χριστὸς μνησθήσεται.
Ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ, κ. τ. ἑ. Βραχίων (50) τοῦ Θεοῦ ὁ Χριστός.
Ὁ Θεὸς, ἕως ὑψίστων ἂ ἐποίησας μεγαλεῖα, κ. τ. ἑ. « Εἰρηνοποιήσας (51) διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. »