Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Περιβαλέσθωσαν αἰσ χύνην καὶ ἐντροπὴν οἱ ζητοῦντές μοι κακὰ, κ. τ. ἑ. Τὸ, « Ἄφες αὐτῷ (46) τὸ ἱμάτιον, » δύναται ἀναφέρεσθαι ἐπὶ τὴν αἰσχύνην καὶ ἐντροπὴν, ἃς περιβάλλεται ὁ τοιόσδε.
Ἐγὼ δέ διὰ παντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου, κ. τ. ἑ. Πολλαὶ αἰνέσεις (47) εἴρηνται τοῦ Θεοῦ ἐννόμῳ καὶ προφήταις, αἷς προστίθησιν ὁ εἰπών· « Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι, » ὡς ἀρέσκει τῇ τοῦ Χριστοῦ ἐπωνύμῳ Ἐκκλησίᾳ.
Ὅτι οὐκ ἔγνων γραμματείας, κ. τ. ἑ. Εἰ ἔστι γράμμα (48) μὲν ἀποκτεῖνον, πνεῦμα δὲ ζωοποιοῦν, τὸ μὲν παρώνυμον τοῦ γράμματος οὐκ ἔγνω ὁ γινώσκων Κύριος τοὺς ὄντας αὐτοῦ· τὸ δὲ παρώνυμον τοῦ πνεύματος ἔγνω.