Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ εἰς τό· Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, κ. τ. ἑ. Σκεύη θανάτου (52) εἰσὶν ἀκάθαρτα λογικὰ, ἢ αἱ τὸν θάνατον ἔχουσαι ψυχαί· ὡς σκεύη ζωῆς αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί. Οὕτω γὰρ καὶ Παῦλον σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ Κύριος. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν, κ. τ. ἑ. Ὁ μὴ φιλόθεος (53), ἀλλὰ φιλήδονος, ἀνάλογον αἷς δουλεύει ἡδοναῖς συλλαμβάνει πόνον ἕνα συνημμένον, καὶ μὴ ἔχοντα μεταξὺ διάλειμμα, καὶ ὡδίνει ἀδικίαν, καὶ τίκτει ἀνομίαν. Ἐκ δὲ τῶν ἐναντίων ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνάλογον οἷς ἀναδέχεται διʼ ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχουσαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν· καὶ οὕτως τέκνον γίνεται εὐνομίας, ἀνομίαν ἑκάστην μισῶν.
Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἔτεκεν ἀνομίαν (54), ἐπειδὴ συνέλαβε πόνον, καὶ ὠδίνησεν ἀδικίαν. Αὕτη γάρ ἐστιν ἀκολουθία φύσεως. Ὠδίνησεν Ἀχιτόφελ τὴν πονηρὰν εἰσηγησάμενος γνώμην.
Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεάται εἰς βόθρον ὂν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυρφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται, κ. τ. ἑ. Μήποτε ὁ λάκκος (55) χωρίον κολάσεώς ἐστιν, εἰς ὅν προνοίᾳ Θεοῦ αὐτὸς ὀρύξας ἐμπεσεῖται. Ἰσόπεδος δέ ἐστιν αὐτοῦ ἡ κορυφὴ τῷ λοιπῷ σώματι· οὐδὲν γὰρ αὐτοῦ ἄνω· διὸ καὶ δράκων που λέγεται. Εἰκότως οὖν ἡ ἐπαρθεῖσα καὶ ὑψωθεῖσα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἀδικία αὐτοῦ καθαιρουμένη ἐπὶ τὴν κορυφὴν αὐτοῦ καταβήσεται.
Εἰς τὸ τέλος ὑπέρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυΐδ, κ. τ. ἑ. Καὶ ἐν τῷ (56) π´ καὶ πγ´ ψαλμῷ [*](56 Joan. XII, 32.) [*]((50) Ὅταν οὐκέτι, etc. Corderius, Barbarus.) [*]((51) Μήποτε παρασεσιωπημένως, etc. Codex Coislin.) [*]((52) Σκεύη θανάτου, clc. Schedæ Grabii.) [*]((55) Ὁ μὴ φιλόθεος. Codex Coislin. et Corde- rius.)
Τοῦ αὐτοῦ. Ληνοί εἰσι (57) φύσεις λογικαὶ, τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι.
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, κ. τ. ἑ. Ἐν τῷ κατὰ Ματθαῖον (58) πρότερον μὲν οἱ προάγοντες τὸν Σωτῆρα, ἀλλὰ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ « ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις· » ὀλίγον δὲ ὕστερον γέγραπται, ὅτι ἰδόντες οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, « Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, » ἠγανάκτησαν, καὶ εἶπον αὐτῷ· « Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. Οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων, » καὶ τὰ λοιπά. ἔοικεν οὖν ὁ Ματθαῖος τοὺς αὐτοὺς ὄχλους λέγειν παῖδας, καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς παῖδας, ἀλλὰ καὶ νηπίους καὶ θηλάζοντας. διδάσκων ἡμᾶς διʼ ὧν ἐξέθετο ῥητῶν τοῦ ψαλμοῦ μετὰ ἀλληγορίας, ἀλληγορεῖν καὶ τὸν ψαλμόν. Ζητήσεις δὲ πότερον ταυτόν ἐστιν οἶκος Δαυΐδ, καὶ υἱὸς Δαυΐδ. Καὶ εἰ μὴ ταυτὸν ἐστιν, ἡμάρτηται τὸ κατὰ Ματθαῖον γραφικῶς, ὀφεῖλον ἔχειν ἤτοι δὶς τῷ οἴκῳ Δαυΐδ, ἤτοι τῷ υἱῷ Δαυΐδ.
Ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητὴν, κ. τ. ἑ. Ἐχθρὸν καὶ ἐκδικητὴν (59), τὸν ἀληθινὸν νόει Ναβουχοδονόσορ. Τὸν διάβολον κατέλυσεν ὁ Χριστὸς διʼ ἁλιέων καὶ ἀγραμμάτων καὶ τῇ κακίᾳ νηπιαζόντων.