Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἥλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, κ. τ. ἑ. Καθʼ ἕκαστον (42) τῶν ἐπὶ ἁμαρτίᾳ ὲρεθισμῶν, διωκόμεθα ὑπὸ τοῦ ἐνεργοῦντος τὸ ἐρεθίζον. Διόπερ ἐκ τούτου νόει ὅσοι διώκουσι τὸν ἄνθρωπον, ἐξ ὧν ὁ Προφήτης ῥυσθῆναι εὔχεται, εἰ μὴ ῥυσθείη, τῆς ψυχῆς αὐτοῦ ὡς ὑπὸ λέοντος ἁρπασθησομένης. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, κ. τ. ἑ. Πρὸς ἀμνησικα

[*](82 Psal. III, 3.)[*]((38) Ὁ τῶν κλαιόντων, etc. Corderius.)[*]((39) Ἡ αἰσχύνη, etc. Schedæ Grabi, Barbarus.)[*]((40) Ἐὰν τακήσωμεν, etc. Schedæ Grabi, Babarus.)
1181

Τῳῦ αὐτοῦ. « Ὅταν ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. »

Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, κ. τ. ἑ. Ὅταν οὐκέτι (50) ἁμαρτάνῃ τις, συντελεῖται αὐτοῦ ἡ πονηρία· ἢ πονηρία τῶν ἁμαρτωλῶν ὁ διάβολός ἐστι.

Ἐὰν μὴ ἐπιστραφῆτε, ἕως τοὺ, καταβήσεται, κ. τ. ἑ. Μήποτε παρασεσιωπημένως (51) ταῦτα περὶ τοῦ διαβόλου εἵρηται. Οὗτος γὰρ πρὸς τούτοις καὶ ὠδίνησεν ἀδικίαν καὶ τὰ ἐξῆς, ὀργὴ τυγχάνων. Ὁ Πατὴρ δὲ τοῦ εἰπόντος· « Ἐγώ εἰμι ἡ ζωὴ, » οὐχ ἑτοιμάζει ἐν τῷ τόξῳ αὐτοῦ σκεύη θανάτου· τίθησι γοῦν τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλῃ, ἵνα μὴ ἐπαγάγῃ ὕδωρ κατακλυσμοῦ ἐπὶ τὴν γῆν. Διὸ περὶ τοῦ διαβόλου ταῦτα λέγεσθαι νομιστέον. Καὶ πεπυρωμένα τοῦ πονηροῦ ἐστιν, ἂ ἐξειργάσατο τοῖς καιομένοις καὶ πυρουμένοις ὑπὸ παθῶν.

Τοῦ αὐτοῦ εἰς τό· Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, κ. τ. ἑ. Σκεύη θανάτου (52) εἰσὶν ἀκάθαρτα λογικὰ, ἢ αἱ τὸν θάνατον ἔχουσαι ψυχαί· ὡς σκεύη ζωῆς αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί. Οὕτω γὰρ καὶ Παῦλον σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ Κύριος. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν, κ. τ. ἑ. Ὁ μὴ φιλόθεος (53), ἀλλὰ φιλήδονος, ἀνάλογον αἷς δουλεύει ἡδοναῖς συλλαμβάνει πόνον ἕνα συνημμένον, καὶ μὴ ἔχοντα μεταξὺ διάλειμμα, καὶ ὡδίνει ἀδικίαν, καὶ τίκτει ἀνομίαν. Ἐκ δὲ τῶν ἐναντίων ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνάλογον οἷς ἀναδέχεται διʼ ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχουσαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν· καὶ οὕτως τέκνον γίνεται εὐνομίας, ἀνομίαν ἑκάστην μισῶν.

Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἔτεκεν ἀνομίαν (54), ἐπειδὴ συνέλαβε πόνον, καὶ ὠδίνησεν ἀδικίαν. Αὕτη γάρ ἐστιν ἀκολουθία φύσεως. Ὠδίνησεν Ἀχιτόφελ τὴν πονηρὰν εἰσηγησάμενος γνώμην.

Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεάται εἰς βόθρον ὂν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυρφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται, κ. τ. ἑ. Μήποτε ὁ λάκκος (55) χωρίον κολάσεώς ἐστιν, εἰς ὅν προνοίᾳ Θεοῦ αὐτὸς ὀρύξας ἐμπεσεῖται. Ἰσόπεδος δέ ἐστιν αὐτοῦ ἡ κορυφὴ τῷ λοιπῷ σώματι· οὐδὲν γὰρ αὐτοῦ ἄνω· διὸ καὶ δράκων που λέγεται. Εἰκότως οὖν ἡ ἐπαρθεῖσα καὶ ὑψωθεῖσα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἀδικία αὐτοῦ καθαιρουμένη ἐπὶ τὴν κορυφὴν αὐτοῦ καταβήσεται.