Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ὑπέμεινα συλλυπούμενον, κοὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον, κ. τ. ἑ. Οὐκ εἴρηται (20) συλλυπούμενόν μοι, ἀλλὰ « συλλυπούμενον, » τὸν κλαίοντα μετὰ κλαιόντων· οὐδὲ παρακαλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰπεῖν· « Παρακαλοῦμεν τοὺς ἐν θλίψει. » Ἤ τάχα συλλυπεῖται Χριστῷ καὶ παρακαλεῖ αὐτὸν ὁ ἐνὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ταῦτα ποιῶν, ὡς καὶ ἐπὶ τοῦε Ἐπείνασα » λέγεται.

Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισὰν με ὄξος, κ. τ. ἑ. Ταῦτα πάντα (21) γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. Τοῦ αὐτοῦ. Οἶνος τραπεὶς (22) γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν.

Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκἁνδαλον, κ. τ. ἑ. Τράπεζα τῶν Ἰουδαίων (23) ἐστὶν ἡ παλαιὰ Διαθήκη, ἐν ἢ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἕθνεσι δὲ μωρίαν.

Τοῦ αὐτοῦ. Μήποτε τράπεζα (24) ἀφʼ ἧς ἡ λογικὴ τροφὴ τοῦ λαοῦ ἦν, ὁ νόμος καὶ οἱ προφῆται. Αὕτη ἡ τράπεζα, μὴ νοουμένης τῆς Γραφῆς, γεγένηται τοῖς Ἰουδαίοις εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Οὐ πᾶσι δὲ τοιαύτη ἡ τράπεζα δύνατα λέγεσθαι. Ὁ Κύριος σοφία τυγχάνει ὁ λέγων· «Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον· » καὶ ὁ ἄρτος ζωῆς ὁ ἐξ οὐρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις.

Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ. Δυνατὸν ταῦτα (25) περὶ τοῦ ναοῦ τῶν Ἰου· δαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα.

[*](19 Psal. CXXIX, 1. 20 II Cor. I, 4. Matth. XXV, 42. 22 I Cor. I, 23. Prov. IX, 5.)[*]((21) Ταῦτα πάντα, etc. Idem.)[*](22) Οἶνος τραπείς, etc. Coislinianus primus.)[*](23) Τράπεζα τῶν Ἰουδαίων, etc. Idem.)[*]((24) Μήποτε τράπεζα, etc. Codex Coislinianus secundus.)[*]((25) Δυνατὸν ταῦτα, etc. Coislinianus primus.)
1517

Τοῦ αὐτοῦ. Ἠρημώθη (26) μετὰ τὸν σταυρὸν ἡ ἔπαυλις αὐτῶν, ὁ ναὸς καὶ Ἰερουσαλήμ.

Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὅτε οἱ ἀνόμως (27) ἁμαρτήσαντες ἀνόμως ἀπολοῦνται, προστίθεται τῇ τῶν ἁμαρτησάντων ἀνομίᾳ ἡ κατὰ τὴν ἀνομίαν αὐτῶν κόλασις. « ῟ῼ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. »

Τοῦ αὐτοῦ. Πῶς γὰρ δύνανται (28) εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς;

Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ. Βίβλος ζώντων (29) ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἐξ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· « Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὅψονται. » Τὸ δὲ δεῖν Θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι.

Τοῦ αὐτοῦ. Ἅδικος μετὰ (30) δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος.

Ἀρέσει τῷ Θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ. Τουτέστιν ὑπὲρ (31) τὴν ἄλογθν καὶ αἰσθητὸν θυσίαν.

Ὅτι εἰσήκουσετῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. Γενώμεθα πένητες (32), ἵνʼ ὁ Κύριος ἡμῶν ἐπακούσῃ.

Αένεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἔρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. Τοὺς ἐπουρανίους (33) καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· « Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. »

Τοῦ αὐτοῦ. Ἆρα τὰ ἑρπυστικὰ (34) ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν.

Ὄτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, κ. τ. ἑ. Ψυχὰς λογικὰς (35) λέγει πόλεις τῆς Ἰουδαίας.