Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Σὺ γὰρ γινώσκεις τόν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ. Ἄξιος τῆς περὶ Θεοῦ (18) γνώσεὼς ἐστιν ὁ Χριστοῦ ὀνειδισμὸς, ὅν ὠνειδίζετο διὰ δικαιοσύνην. Οὕτω καὶ ὁ δίκαιος ὀνειδίζοιτο.
Τοῦ αὐτοῦ. Αἰσχύνεται δὲ ἐφʼ ἡμῖν (19) ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρανόὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων.
Καὶ ὑπέμεινα συλλυπούμενον, κοὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον, κ. τ. ἑ. Οὐκ εἴρηται (20) συλλυπούμενόν μοι, ἀλλὰ « συλλυπούμενον, » τὸν κλαίοντα μετὰ κλαιόντων· οὐδὲ παρακαλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰπεῖν· « Παρακαλοῦμεν τοὺς ἐν θλίψει. » Ἤ τάχα συλλυπεῖται Χριστῷ καὶ παρακαλεῖ αὐτὸν ὁ ἐνὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ταῦτα ποιῶν, ὡς καὶ ἐπὶ τοῦε Ἐπείνασα » λέγεται.