Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὔδατα ἕως ψυχῆς μου, κ. τ. ἑ. Ὕδατα λέγει (99) τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν.
Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὐπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, κ. τ. ἑ. Οὐδὲν τοιοῦτον (1) εὑρίσκομεν παθόντα τὸν Δαυῒδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν Σωτῆρα ἀναφέρεται ὁ ψαλμὸς διὰ τὸ, « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, » οὐδὲ ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός.
Τοῦ αὐτοῦ. Εἰ ἐν τῷ (2) πρὸ τούτου ψαλμῷ τὸ λέγον πρόσωπον ἐδίδασκε πῶς εἰς Βασὰν κατῆλθε, καὶ ἔλεγεν, « Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, » ἕπεται τοίνυν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα λέγοντα. Αὐτὸς τοίνυν ὁ Θεὸς Λόγος εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθʼ ὅν εἴληφεν ἄνθρωπον πάθη. Δηλοῖ δὲ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος αὐτὸς καταβὰς διεξῆλθεν.