Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. Ὀρωανός ἐστιν (80) ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. « Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. » Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· « Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. » Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, τουτέστι τῇ ἐπουρανίῳ πόλειι κατοικίζεσθαι ἐπαγγέλλεται. Οἷδε δὲ ἡ Γραφὴ καὶ τὰ ἐπιτηδεύματα τόπον καλεῖν. Ἐν τόπῳ οὖν ἁγίῶ, οἱονεὶ ἐν τοῖς ἐξῃρημένοις καὶ ἁγνοτάτοις αὐτοῦ ἐπιτηδεύμασιν. « Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας [*]((75) Ταῖς παραβολαῖς, etc. Catena Corderii.) [*]((76) Οὐ πῦρ ὡς ἄγγελοι, etc. Codex Coisllinianus secundns.) [*]((77) Τοῦτον τὸν καπν etc. Coislimanus pri-)
Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ. Δοκεῖ μὲν ἁρμόζειν (81) ταῦτα τοῖς κατὰ τὴν ἔρημον, ἀεὶ δὲ γίνεται. Ὅπου μὲν ἕστηκεν, ὅπου δὲ διαβαίνει. Εἱστήκει μὲν ἐν τόπῳ ἁγίῳ αὐτοῦ, διαβαίνει δὲ ἐν τῇ ἐρήμῳ. «Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, » τουτέστι τοῦ ἐν τῷ Σινᾷ φανέντος.
Βροχὴν ἐκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίμ σου, κ. τ. ἑ. Ὁ μὴ τυχὼν (82) τῆς ἐκουσίου βροχῆς ἐν ἀβροχίᾳ ἐστί. Βροχὴ δὲ ἑκούσιός ἐστιν ὁ Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὡς φησιν· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν. »
Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ. Ζῶα τὰ χερουβὶμ (83) καὶ τὰ σεραφὶμ κατοικοῦσιν ἐν τῇ κληρονομίᾳ τοῦ Θεοῦ, περὶ ὧν, οἶμαι, εἴρηται τὸ, « Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ. »
Τοῦ αὐτοῦ. Ζῶα λέγει (84) φύσεις λογικὰς, ἀλογωτέρας οὕσης καταστάσεως.
Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστςπᾶς περιηργυρωμέναι, καὶ τα μετάρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ. Τοὺς κλήρους (85) καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Παλαιὰν καὶ Καινὴν Διαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεωρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπʼ αὐτοῦ Χριστοῦ.
Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, κ. τ. ἑ. Βασιλεῖς εἰσιν (86) ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη, ἢ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθʼ ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν.