Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις κὐτῶν, κ. τ. ἑ. Κεφαλαὶ ἐχθρῶν (89) οἱ ἅρχοντες, ἢ τὰ ἡγεμονικά. Οἱ ἐχθροὶ οὗτοι, οἱ ὄντες ἐκ τοῦ πλημμελεῖν, διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. Ἤ ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ.

Εἶπε Κόριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, ὅπως ἄν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, κ. τ. ἑ. Βασὰν ἑρμηνεύεται (09) αἰσχύνη, ἢν διʼ ἡμᾶς κατέβη ὁ Κύριος, αἰσχύνης καταφρονήσας. Βάπτεται δὲ καὶ ὁ ποῦς αὐτοῦ αἵματι τῷ ἐκ τῆς ἑκάστου κεφαλῆς τῶν ἐχθρῶν ἀποῤῥέοντι. « Κατεπάτησα » γὰρ « αὐτοὺς, » φησὶν Ἡσαῒας, « ἐν θυμῷ μου. »

Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεὸς, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ (91) ἐθεωρήθησαν αἱ πορεῖαι τοὺ Θεοῦ ὑπὸ τῶν κεκοσμημένων λόγῳ γνώσεως.

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν τὸν Κύρρον ἐκ πηγῶν Ἰσραήλ, κ. τ. ἑ. Οὐ ταυτόν ἐστιν (92) ἐπὶ τῶν ἔξω τῆς Ἐκκλησίας Θεῷ εὐλογεῖν τῷ ἐν Ἐκκλησίᾳ τοῦτο ποιεῖν. Καὶ ἀπὸ μὲν τῶν πηγῶν Ἰσραὴλ εὐλογεῖ τὸν Θεὸν ὁ κατὰ τὸν ἐν ταῖς Γραφαῖς θησαυρὸν τῆς σοφίας τοῦ Θεοῦ εὐλογῶν· ὁ δὲ μὴ κατὰ τοῦτο οὐκ ἐκ πηγῶν Ἰσραὴλ εὐλογεῖ τὸν Θεόν.