Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Δεῦτε, καὶ ἵδετε τὰ ἔργα τοῦ Θεοῦ, κ. τ. ἑ. Βλέπει τὰ ἔργα (51) τοῦ Θεοῦ ὁ συνιεὶς πῶς καλά ἐστε· καὶ ὁ ἐλθὼν πρὸς τὸ λέγον πνεῦμα, « Δεῦτε, » συνίησιν. Ὅσα δὲ ἂυ βουλευσάμενος ἄνθρωπος λέγῃ τὰ περὶ τῶν ἔργων τοῦ Θεοῦ, τούτων πολλῷ μείζονὰ ἐσπι τὰ ἔργα τοῦ Θεοῦ, ὥστε φοβηθῆναι ἂν ἐκπλαγέντα τὸν ἰδόντα πῶς φοβερός ἐστιν ἐν βουλαῖς ὁ Θτὸς ὑπὲρ τοὺς υἶοὺς τῶν ἀνθρώπων.
Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ. Πρῶτον διὰ (52) Μωϋσέως θάλασσα ξηραίνεται· εἶτα διὰ Ἰησοῦ ἐν ποταμῷ διελεύσονται ποδί.
Τοῦ αὐτοῦ. Οὐκ εἶπε (53) « μεταστρέψας, » ἀλλὰ « μεταστῤέφων· » κατὰ μὲν γὰρ τὴν ἐσπορίαν ἐπὶ τὰν Ἰουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπʼ ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ. Ὁ Σύμμαχος οὕτως· « Μετέβαλε τὴν θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. »