Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, κ. τ. ἑ. Ἅ ηὐξἀμην (61), φησὶ, θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμηνμ δὲ ὡς, τῆς θλίψεως τῆς παρούσης ῥυσθεὶς, διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις· ἤτοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας· ἢ τὰς πνευματικὰς. εἰσερχόμενος εἰς τὸν οἶκον τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν, ἐν ὁλοκαυτώμασι, τελείας τε καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ὅλων ἱερου ργῶν, καὶ τὰς καταλλήλους αὐτοῖς ἐκτιννύων εὐχάς.

Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. Εἰ εὐχὴ (62), « τὸ ὁλοκαύτωμά σου πιανάτω· » ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, « ὁλοκαυτώματα μεμυαλωμένα· » ὃ τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθʼ ὄν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ. Καὶ μετὰ κριῶν δὲ ἡ προσευχὴ γίνεται ἤτοι ἡ προσφορά. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὀρμαὶ, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Μετὰ δὲ τῶν εἰρημένων καὶ βόας, φησὶ, μετὰ χιμάρων ἀνοίσιο· ἱερουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ Θοῷ τὸ ἴδιον σῶμα. Ἀναλογεῖ γὰρ τῷ σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον, ἔχον τὴν πλάσιν ἐκ γῆς. Χίμαροι δὲ μετανοίας ἔργα· περὶ γὰρ ἁμαρτίας προσεφέροντο.

Τοῦ αὐτοῦ. Πᾶς ὁ ἔχων (63) τὸ ἡγεμονικὸν καθαρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ.

Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ. Οὐκ ἀρχαίων (64) διηγημάτων ποιεῖται μνήμην, ἀλλʼ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ. Διδάσκει δὲ οὐ κατὰ, φησὶ, τὸ γράμμα τὸ νομικὸν, ἀλλʼ ὡς Νέας Διαθήκης κήρυξ, τὰ νέα τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἀπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς.