Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, κ. τ. ἑ. Διὰ γὰρ πολλῶν θλέψεων (60) εἰσελθεῖν δεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλʼ εἰ καὶ ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλʼ οὖν θαῤῥοῦμεν διὰ ὑπομονῆς μετεωρίσαι αὐτὰς, κατασπωμένων ἀπʼ αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων.

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, κ. τ. ἑ. Ἅ ηὐξἀμην (61), φησὶ, θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμηνμ δὲ ὡς, τῆς θλίψεως τῆς παρούσης ῥυσθεὶς, διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις· ἤτοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας· ἢ τὰς πνευματικὰς. εἰσερχόμενος εἰς τὸν οἶκον τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν, ἐν ὁλοκαυτώμασι, τελείας τε καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ὅλων ἱερου ργῶν, καὶ τὰς καταλλήλους αὐτοῖς ἐκτιννύων εὐχάς.

Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. Εἰ εὐχὴ (62), « τὸ ὁλοκαύτωμά σου πιανάτω· » ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, « ὁλοκαυτώματα μεμυαλωμένα· » ὃ τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθʼ ὄν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ. Καὶ μετὰ κριῶν δὲ ἡ προσευχὴ γίνεται ἤτοι ἡ προσφορά. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὀρμαὶ, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Μετὰ δὲ τῶν εἰρημένων καὶ βόας, φησὶ, μετὰ χιμάρων ἀνοίσιο· ἱερουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ Θοῷ τὸ ἴδιον σῶμα. Ἀναλογεῖ γὰρ τῷ σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον, ἔχον τὴν πλάσιν ἐκ γῆς. Χίμαροι δὲ μετανοίας ἔργα· περὶ γὰρ ἁμαρτίας προσεφέροντο.