Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, κ. τ. ἑ. Ἐπιφανείσης (45) τῆς χρηστότητος, ἔρημος δώσει καρπὸν, καὶ οἱ βουνοὶ, ἐφʼ ὧν ἔθυον δαίμοσι, τοὺς εὐαγγελικὸν μετιόντας ὑποδέξονται βίον, περίβλεπτοι διὰ τού τους γενόμενοι. Καὶ νῦν δὲ ἅπαντες πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας τρέχουσι. Καὶ αἱ κοιλάδες πληθυνοῦσι, κ. τ. ἑ. Ἐπὶ τὸ βέλτιον (46), φησὶ, μεταβαλοῦσαι αἱ κοιλάδες, καὶ πληθυνθεῖσαι νοητῶν καρπῶν, ἐκτενῶς σοι τοὺς ὕμνους ἀναπέμψουσι.
Ἀλαλάξατε τῷ Θεῷ, κ. τ. ἑ. Ἀλλὰ καὶ (47) τῆς μετὰ μετάνοιαν ἀναστάσεως πᾶσι προκειμένης πάντες ἀλαλαζέτωσαν· πρὸς ἕκαστον γὰρ λέγεται· « Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; » Καὶ πρὸς ἅπασαν τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαν ὁ Κύριος λέγει· « Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου. » Ὁ γὰρ ἀναστὰς διὰ μετανοίας οὐκ ἔστι πόῤῥω Χριστοῦ. Γενομένης δὲ τῆς ἐν ἀλαλαγμῷ κατὰ τῶν ἡττωμένων φωνῆς, οἱ ἐλευθερωθἐντες προστάττονται τῷ τῆς νίκης αἰτίῳ ψάλαι Θεῷ. Δόξαν δὲ δίδωσιν αἰνέσει αὐτοῦ ὁ ἔχων τῇ αἰνέσει πρᾶξιν κατάλληλον· « Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις· » διὸ κωλύεται ὁ φαῦλος τοῦτο ποιεῖν· « οὐκ ὄντος ὡραίου αἴνου ἐν στόματι ἁμαρτωλοῦ. »
Εἴπατε τῷ Θεῷ· Ὡςφοβερὰ, κ. τ. ἑ. Ὁ ἰδὼν (48) διαφορὰν τοῦ ἀναγγείλαντος τὰ ἔργα τοῦ Θεοῦ πρὸς τὸ, « Καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν· » εἰρημένον ἐν ἑξηκοστῷ τρίτῳ ψαλμῷ· καὶ πῶς εἴρηται ἐν ἑκατοστῷ ἕκτῳ· « Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ· » ὄψεται πῶς δεῖ λέγειν τῷ Θεῷ· « Ὡς φοβερὰ τὰ ἔργα σου· » οὐχὶ δὲ, « Φοβερὰ τὰ ποιήματά σου. » Καὶ γὰρ τὰ ἔργα Κυρίου εἵδοσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ἐπιτήδειοι κατὰ τοῦτο ὄντες ἰδεῖν τὰ φοβερὰ ἔργα Κυρίου· τὰ γὰρ ἀνάλογα τοῖς ποιήμασι Κυρίου θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ οὐκ ἔστι φοβερά.
Πᾶσα ἡ γῆ προσκυνησάτωσαν, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ (49) πρῶτον « προσεύξομαι, » δεύτερον « ψαλῶ. » Ἐπιστήσεις δὲ, εἰ ἕτερόν ἐστι τὸ, « Ψαλάτωσάν σοι, » καὶ ἕτερον τὸ, « Ψαλάτωσαν τῷ ὀνόματί σου· » ὁ δὲ Σύμμαχος ἐξέδωκε· « Πάντες ἐπὶ [*](88 Lsa. LXI. 1-3. 89 Psal. XL, 9. 90 Cant. 11, 10. 94 ibnd. c, 23, 24. 95 I Co. Xιν. 1.) [*]((44) Ἐν Ἡσαῦᾳ, etc. Catena Corderii.) [*]((45) Ἐπιφαrείenς, etc. Eadem.) [*]((46) Ἐπὶ ιἴ βέίτιων, uic. Eadem.)
Τοῦ αὐτοῦ.« Εὐθυμεῖ τις (50) ἐν ὑμῖν, ψαλλέτω, » φησὶν ὁ Ἀπόστολος.