Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν, κ. τ. ἑ. Πλοῦτον τὴν (41) γνῶσιν λέγει· « Ἐν παντὶ γὰρ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει, » φησὶν ὁ Ἀπόστολος.

Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, κ. τ. ἑ. Τροφὴν μὲν (42) τὴν πνευματικήν φησιν· ἡτοιμάσθαι δὲ αὐτὴν λέγει· διότι πρὸ καταβολῆς τοῦ κόσμου ὥρισται τὸ περὶ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ τῇ παρὰ σοῦ προνοίᾳ ἑτοίμην αὐτοῖς παρέξεις τὴν τροφὴν, ὥστε μηδενὸς δεῖσθαι. Τὸ δὲ, « Οὕτως ἡ ἑτοιμασία σου, » τουτέστιν, ἐπειδὴ ἔργον σοι τὰ τοιαῦτα εὐτρεπίζειν καὶ ἑτοιμάζειν τοῖς ἀνθρώποις, ἀφʼ ὧν ἀπάντων αὐτοῖς χορηγεῖς τὴν ἀφθονίαν. Ὥσπυρ γὰρ τὸ ἑτοιμάζειν τὸ ἑδράζειν λέγει ἀπὸ τοῦ τὰ παρεσκευασμένα ἕτοιμα εἷναι καὶ βέβαια πρὸς τὴν χρείαν· οὕτω καὶ ἑτοιμασίαν αὐτὴν καλεῖ τὴν παρασκευήν· ὡς ἐνταῦθα. Ἵνα εἴπῃ, ὅτι· Οὺδενὸς ἐνδεηθήσονται, ἕτοιμα γὰρ αὐτοῖς πάντα καὶ παρεσκευασμένα, ὡς μηδὲν δεῖν αὐτοῖς φροντίδος· τὸ δὲ τοιοῦτον καὶ βόβαιον.

Ἐν ταῖς σταγόαιν αὐτῆς, κ. τ. ἑ. Κατὰ μικρὰ (43), φησὶ, τῶν θείων χαρισμάτων διδομένων αὐτῇ, εὐφραίνειν καὶ ἀνατέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν. Νοήσεις δὲ τὰς σταγόνας αὐτῆς ἀπὸ τοῦ εἰρημένου περὶ Χριστοῦ· « Καταβήσεται ὡς ὑετὸς ἐπὶ τόκον, καὶ ὡσεὶ σταγὼν ἡστάζουσα ἐπὶ τὴν γῆν. »

[*]((39) Κέτος φησίν, cte. Catena Corderii.)[*]((40) Ἐαὶ τοῖς Ἰησοῦ, etc. Eadem.)[*]((41) Πλοῦτον μέν, etc. Codex Coisliuianus.)[*]((42) Τρπφὴν μέν, etc. Calena Corderii.)[*]((43) Κατὰ μιρά. etc. Eadem.)
1497

Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ, κ. τ. ἑ. Ἐν Ἡσαῒᾳ (44) φησί· « Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καὶ καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν. » Ἐνιαυτὸν τοίνυν χρηστότητος τὸν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος ὀνομάζει χρόνον, ὡς μίαν αὐτῷ καρποφορίαν προσάγοντα. Τούτῳ τὴν εὐλογίαν ὁ προφήτης ἐπηύξατο.

Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, κ. τ. ἑ. Ἐπιφανείσης (45) τῆς χρηστότητος, ἔρημος δώσει καρπὸν, καὶ οἱ βουνοὶ, ἐφʼ ὧν ἔθυον δαίμοσι, τοὺς εὐαγγελικὸν μετιόντας ὑποδέξονται βίον, περίβλεπτοι διὰ τού τους γενόμενοι. Καὶ νῦν δὲ ἅπαντες πρὸς τοὺς τὰς ἀκρωρείας κατειληφότας τρέχουσι. Καὶ αἱ κοιλάδες πληθυνοῦσι, κ. τ. ἑ. Ἐπὶ τὸ βέλτιον (46), φησὶ, μεταβαλοῦσαι αἱ κοιλάδες, καὶ πληθυνθεῖσαι νοητῶν καρπῶν, ἐκτενῶς σοι τοὺς ὕμνους ἀναπέμψουσι.

Ἀλαλάξατε τῷ Θεῷ, κ. τ. ἑ. Ἀλλὰ καὶ (47) τῆς μετὰ μετάνοιαν ἀναστάσεως πᾶσι προκειμένης πάντες ἀλαλαζέτωσαν· πρὸς ἕκαστον γὰρ λέγεται· « Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; » Καὶ πρὸς ἅπασαν τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαν ὁ Κύριος λέγει· « Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου. » Ὁ γὰρ ἀναστὰς διὰ μετανοίας οὐκ ἔστι πόῤῥω Χριστοῦ. Γενομένης δὲ τῆς ἐν ἀλαλαγμῷ κατὰ τῶν ἡττωμένων φωνῆς, οἱ ἐλευθερωθἐντες προστάττονται τῷ τῆς νίκης αἰτίῳ ψάλαι Θεῷ. Δόξαν δὲ δίδωσιν αἰνέσει αὐτοῦ ὁ ἔχων τῇ αἰνέσει πρᾶξιν κατάλληλον· « Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις· » διὸ κωλύεται ὁ φαῦλος τοῦτο ποιεῖν· « οὐκ ὄντος ὡραίου αἴνου ἐν στόματι ἁμαρτωλοῦ. »