Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Σοὶ πρέπει ὕμνος, ό Θεὸς, ἐν Σιὼν, κ. τ. ἑ. « Ἐν Σιὼν (34), » τῇ ἐπουρανίῳ δηλαδὴ, τουτέστι τῷ νοητῷ σκοπευτηρίῳ· ἐν γὰρ αἰσθητοῖς οὐ πρόπει ὕμνος τῷ Θεῷ· διὸ οὐ ψαλοῦμεν σώματι ἢ γράμματι, ἀλλὰ πνεύματι, καὶ οὐκ αἰσθήσει, ἀλλὰ νοΐ. « Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ, » ἀπὸ κοινοῦ « ἐν Σιών· » εὐχὴ δὲ ὁποία ἐστὶν ἡ τοῦ Ναζωραίου.

Εἰσάκουσον προσευχῆς μου, κ. τ. ἑ. « Εἰσάκουσον (32) προσευχῆς μου » ἐν Σιών· « Πρὸς σὲ » δὲ τὸν Θεὸν, ὅς πνεῦμα ποιεῖς, « πᾶσα σὰρξ ἥξει. » Μεταβαλεῖ γὰρ ἡ γενομένη σὰρξ δἰ ἁμαρτίαν ψυχὴ. καὶ ἕσται πνεῦμα.

Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν, κ. τ. ἑ. Λόγοι ἀνόμων (33) ἐγγενόμενοι ἡμῖν ὑπερεδυνάμωσαν ἡμᾶς, δἰ οὓς γεγόναμεν σάρκες. « Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. » Σοῦ ἱλασκομένου ταῖς ἀσεβείαις ἡμῶν, τῶν ὑπὸ λόγων ἀνόμων ὑπερδυναμωθέντων, καὶ γενομένων σαρκῶν, ὡς ἥκειν ἡμᾶς πρὸς σὲ τοὺς γενομένους σάρκας, πιστεύομεν ὅτι « πρὸς σὲ πᾶσα σὰρξ ἥξει. »

Μακάριος, ὅν ἐξελέξω, κ. τ. ἑ. Εἰ μακάριος (34), ὃν ἐξελέξω καὶ προσελάβου· μακάριοι οὗν ὀλίγοι οἱ ἐκλεκτοί· ἀλλʼ οὐχ οἱ πολλοὶ μόνον κλητοί. Οἱ μὲν γᾶρ ὀλίγοι ἐκλεκτοὶ εὑρήσουσι τὴν αἰώνιον ζωὴν, ὁδεύσαντες στενὴν καὶ τεθλιμμένην ὀδὸν ἀπάγουσαν ἐπʼ αὐτήν· οἱ δὲ πολλοὶ μόνον κλητοὶ, τὴν ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν καὶ εὐρύχωρον ὁδὸν διοδεύσαντες, οὐ κατασκηνώσουσιν ἐν ταἴς αὐλαῖς σου ἐν σοὶ, οὐδὲ πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἐξανθήσουσιν. Αὗται δὲ αἱ πύλαι εἰσὶν αἱ πολλαὶ ἐν τῷ οἴκῳ τοῦ Πατρὸς μοναί.« Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. » Οἱ πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, πλησθέντες ἐν τοῖς ἀγαθοἴς αὐτοῦ, ἐξανθήσουσιν ἐν αἷς κατοικήσουσιν αὐλαῖς. « Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. » Ὁ Χριστὸς, ναὸς ὢν τοῦ Πατρὸς τοῦ ἐν αὐτῷ, καὶ ἅγιός ἐστι καὶ θαυμαστὸς ἐν δικαιοσύνῃ. Οὐχ ἁρμόζει δὲ τὸ δεύτερον ἐπὶ τοῦ αἰσθητοῦ λέγεσθαι ναοῦ. « Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, » καὶ τὰ ἑξῆς. Ὃ λέγων, μακρὰν τῆς θαλάσσης ὣν, προφητεύει περὶ τῶν ἐν θαλάσσῃ μακρὰν αὐτοῦ κυματουμένων, ἢ περὶ τῶν ἐν βαθυτάταις ὄντων περιστάσεσι, καὶ λεγόντων· « Ἧλθον εἰς τὰ βάθη τῆς θαλάσσης. »

Κατασκηνώσει ἐν ταῖς αὐλαῖς αὐτοῦ, κ. τ. ἑ. [*](» Mah. αα,I6. Pel. Xc, 14. Joan. Xν, 2. s¹ Psl. uXv, 3.) [*]((30) Εὐθεῖς τῇ καρδίᾳ. etc. Catena Corderii.) [*]((31) Ἐν Σιών, etc. Eadem.) [*]((32) βίοάκουσον, etc. Eadem.)

1496
Αὐλὴ Κυρίου (35) γνῶσις Θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν.

Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ, κ. τ. ἑ. Πἀλιν ἐνταῦθα (36) τὴν τῆς οἰκουμένης σωτηρίαν προλέγων, τῆς Ἰακὼβ ἀναμιμνήσκει προρρήσεως, εἰπόντος· « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἕλθῃ ᾦ ἀπόκειται. καὶ αὐτὸς προσδοκία ἐθνῶν· » ὅν νῦν ἐλπίδα καλε. τῶν περάτων τῆς γῆς. Εἶτα δηλοῖ καὶ τὰς νήσους καὶ τὰ ἐν θαλάσσῃ. Ἐπάκουσον οὖν ἡμῶν, φησὶν, ὁ μικρὸν ὕστερον πᾶσαν ἀνθρώπων τὴν φὑσιν τῷ τῆς δικαιοσύνης καταυγάσων φωτί. Εἷτα τὴν δύναμιν ὡς ἔνεστι τοῦ Θεοῦ διηγεῖται.

Ἐτοιμάζων ὅρη ἐν τῇ ἰσχύΐ αὑτοῦ, κ. τ. ἑ. Ἑτοιμάζων (37) ὄρη, ἀντὶ τοῦ, τοὺς μεγίστους τῶν ἐπὶ γῆς ἐν εὐσεβείᾳ, ὁ Θεὸς, μεταδιδοὺς αὐτοῖς τῆς θείας ἰσχύος.

Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, κ τ. ἑ. Ἐπιτιμᾷ (38) Κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσι, καὶ ποιεῖ γαλήνην μεγάλην.

Τοῦ αὐτοῦ. « Κύτος » φησὶν (39), ἀντὶ τοῦ κοίλωμα ἢ βάθος.

Ταραχθήσονται τὰ ἔθνη, κ. τ. ἑ. Ἐπὶ τοῖς Ἰησοῦ (40) Χριστοῦ σημείοις ἐφοβήθησαν καὶ οἱ ἐν τοῖς πέρασι, μᾶλλον Ἰουδαῖοι, καὶ τοῦτο ἀκούσαντες, μᾶλλον δὲ καὶ ἰδόντες.