Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν, κ. τ. ἑ. Οἱ ἱκανοὶ (23) ὑπὲρ τῶν ψευδῶν δογμάτων « ἐνέτειναν τόξον πρᾶγμα πικρόν· » γλυκὺ δὲ τὸ τῶν προῖσταμένων τῆς ἀληθείας. Ἀντὶ τοῦ « πρᾶγμα, » ῥῆμα Ἀκύλας εἶπε, « Τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμσν, » Ἀκύλας « ἁπλοῦν. » Τὰ βέλη μέντοιγε, ἐν οἷς τὸν ἄμωμον ἢ ἀπλοῦν κατατοξεύουσιν οἱ ἀκονήσαντες ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, οἱ ἀπόκρυφοί εἰσι καὶ μυστηριώδεις αὐτῶν λόγοι.
Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, κ. τ. ἑ. Θεὸς μὲν (24) ἀγαθὸν κραταιοῖ λόγον, ἄνθρωπος δὲ πονηρόν. Διόπερ ὁ μὲν Θεὸς ἐκραταίωσε θείᾳ δυνάμει τὸν ἑαυτοῦ λόγον· ἄνθρωποι δὲ ἐαυτοῖς τῇ καλουμένῃ διαλεκτικῇ φιλοσοφίᾳ, καὶ κενῇ ἀπάτῃ διηγήσαντο τοῦ κρύψαι παγίδα, οἱ πιθανοῖς σοφίσμασι καὶ λόγοις ἀπατηλοῖς ἐπατῶντες, ἐν οἷς λανθάνον κεκρυμμένον ἐστὶ τὸ παγιδεύειν. Εἶπαν, Τίς ὄψεται αὐτούς; » Μέγα φρονοῦντες ὡς ἐπὶ δυσθεωρήτοις οἷς εὑρίσκειν νομίζουσι, κραταιοῦντες ἑαυτοῖς λόγον πονηρὸν, ἐξηρεύνησαν ἀνομίαν. Δέον τὸν νόμον ἐρευνᾷν, ϊνα ὁ ἐν αὐτῷ εὑρεθῇ πνευματικὸς νοῦς· οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν ἀνομίαν.
Ἐξηρεύνησαν ἀνομ αν, ἐξέλιπον ἐξρευνῶντες ἐξερευνήσει, κ. τ. ἑ. Τοῦτο καὶ (25) οἱ τῆς ἀληθείας παραχαράκται ποιοῦσι. Δέον τὸν νόμον ἐρευνᾷν, ῖνα ἐν αὐτοῖς εὑρεθῇ πνευματικὸς νοῦς, οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν. Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει.
Προσελεύσεται ἄνθρωπος, καὶ καρδίε βαθεῖα, κ. τ. ἑ. Καρδία βαθεῖά (26) ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ Θεοῦ.
Βέλος νηπίων ἐγνενήθησαν, κ. τ. ἑ. Καὶ πάντες ἀπήγγελλον (27), ὅτι σὸν ἔργον τοῦτο, καὶ σοὶ τὰ γιγνόμενα ἐπέγραψαν, γνωρίσαντες ὡς οὐκ ἧν ἄλλου. Οὕτως αὐτοῖς πᾶσαν τὴν σπουδὴν εἰς τὸ μηδὲν περιτρέψαι ὁ θεῖος ἐθέλησεν ὀφθαλμός· τοὐναντίον δὲ καὶ τιμωρήσασθαι ᾑρετίσατο.
Εὺφρανθήσεται δίκαιος ἐν τῷ Κυρἰῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν· καὶ ἐπαιμεθήσοντααι πάντες εὐθεῖς τῇ καρβίᾳ, κ. τ. ἑ. Εὐφραίνει ἄδικον (28) πλοῦτος φθαρτός· τὸν δὲ δίκαιον γνῶσις Θεοῦ.