Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Τῷ Θεῷ μὲν (11) διψᾷ ὁ τοῦ καλοοῦ διψῶν, διαβόλῳ δὲ ὁ τοῦ αἰσχροῦ. Ἀλλὰ καὶ ἐν τῷ ἁγίῳ ὀφθῆναι δεῖ τῷ Θεῷ τὸν ὀψόμενον τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ ἀπαύγάσμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ μὲν ἄγαμος μεριμνῶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Θεῷ, ἴνα ᾖ ἅγιος τῷ σώματι καὶ τῷ πνεύματι, εἴποι ἃν περὶ τῆς ἑαυτοῦ σαρκὸς τῷ Κυρίῳ· « Σοὶ ἡ σάρξ μου· » ὁ δὲ πορνεύων εἵποι ἂν τῷ διαβόλῳ· « Σοὶ ἡ σάρξ μου· » ὁ ἐν ἁγνείᾳ δʼ ὣνλέγοι ἂν τὴν ἑαυτοῦ σάρκα « ἐν τῇ ἐρήμῳ· » ἐπείπερ ἐν ἐρημίᾳ ἐστὶν ἡ σὰρξ αὐτοῦ. καὶ « ἐν ἀβάτῳ, » οὐδὲ πονηροῦ λογισμοῦ ἐπιβαίνοντος αὐτῷ. « Καὶ ἐν ἀνύδρςν· » ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ καταφτροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος. Ὅθεν ὁ εὐνοῦχος λέγει· « Ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. » Πλὴν ὁ λέγων οὕτως, « ἐν τῷ ἁγίῳ ὥφθην σοι, » ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς. καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ „ἀβάτῳ καὶ ἀνύδρῳ.
Ὅτι κρεῖσσον τὸ ἔλεός του ὑπέρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε, κ. τ. ἑ. Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ (12) ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς.
Τοῦ αὐτοῦ. Τὰ χείλη (13) μου, φησὶν, ἐπαινεῖ, ψυχὴ δὲ αἰνεῖ, πνεῦμα δὲ καὶ νοῦς ψάλλουσι.