Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θνὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίῥησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀάτῳ καὶ ἀνύδρῳ· οῦτως ἐν τῷ ἀγίῳ ὤφθην σοι, τοῦ δεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου, κ. τ. ἑ. Πᾶς ὁ ἀποθέμενος (10) τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ὀρθρίζει πρὸς τὸν Θεόν.

Τοῦ αὐτοῦ. Τῷ Θεῷ μὲν (11) διψᾷ ὁ τοῦ καλοοῦ διψῶν, διαβόλῳ δὲ ὁ τοῦ αἰσχροῦ. Ἀλλὰ καὶ ἐν τῷ ἁγίῳ ὀφθῆναι δεῖ τῷ Θεῷ τὸν ὀψόμενον τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Χριστὸς δὲ Θεοῦ δύναμις καὶ ἀπαύγάσμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ μὲν ἄγαμος μεριμνῶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Θεῷ, ἴνα ᾖ ἅγιος τῷ σώματι καὶ τῷ πνεύματι, εἴποι ἃν περὶ τῆς ἑαυτοῦ σαρκὸς τῷ Κυρίῳ· « Σοὶ ἡ σάρξ μου· » ὁ δὲ πορνεύων εἵποι ἂν τῷ διαβόλῳ· « Σοὶ ἡ σάρξ μου· » ὁ ἐν ἁγνείᾳ δʼ ὣνλέγοι ἂν τὴν ἑαυτοῦ σάρκα « ἐν τῇ ἐρήμῳ· » ἐπείπερ ἐν ἐρημίᾳ ἐστὶν ἡ σὰρξ αὐτοῦ. καὶ « ἐν ἀβάτῳ, » οὐδὲ πονηροῦ λογισμοῦ ἐπιβαίνοντος αὐτῷ. « Καὶ ἐν ἀνύδρςν· » ὑγρὸν μὲν γὰρ τὸ σῶμα τοῦ καταφτροῦς, ξηρὸν δὲ τὸ τοῦ καθαρεύοντος. Ὅθεν ὁ εὐνοῦχος λέγει· « Ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. » Πλὴν ὁ λέγων οὕτως, « ἐν τῷ ἁγίῳ ὥφθην σοι, » ὀρθρίζει πρὸς Θεὸν, καὶ διψᾷ ἑαυτῷ τῇ ψυχῇ ἑαυτοῦ πολλαπλῶς. καὶ ἡ σὰρξ αὐτοῦ ἐν γῇ ἐστιν ἐρήμῳ „ἀβάτῳ καὶ ἀνύδρῳ.

Ὅτι κρεῖσσον τὸ ἔλεός του ὑπέρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε, κ. τ. ἑ. Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ (12) ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς.

Τοῦ αὐτοῦ. Τὰ χείλη (13) μου, φησὶν, ἐπαινεῖ, ψυχὴ δὲ αἰνεῖ, πνεῦμα δὲ καὶ νοῦς ψάλλουσι.

Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου, κ. τ. ἐ. Αἴρει καὶ ἐπαίρει (14) τὰς χεῖρας ἑαυτοῦ ὁ ἅγιος, οὐράπια πράττων. Αἴρει δὲ καὶ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι τοῦ Κυρίου, ὅτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηῒνων τὸ πρακτικὸν ἑαυτοῦ· ὅτε δὲ ἐξ ἀλλοφύλου τινὸς διδασκαλίας, αἴρει μὲν τὰς χεῖρας ἑαυτοῦ, οὐ μὲν δὴ ἐν ὀνόματι Κυρίου.

Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, κ. τ. ἑ. Λιπαρὰ καὶ (15) εὐτραφὴς ψυχᾐ. Τὸ, « Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, χρήσιμον εἰς τὸ ῥητόν. Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν βρωμάτων δοκεῖ τὰ πίονα καὶ εὐτραφῆ τῶν ζώων κρείττω τυγχάνειν πρὸς ἡδονὴν, τῶ [*](73 Hebr. I, 3. 74 I Cor. VII, 34. 75 Isa LVI, 3. 76 Psal. XXI, 30.) [*]((13) Τὰ χείλη, etc. Codex Coislinianus secundus.) [*]((14) Αϊρει καὶ ἐπαίρει, etc. Schedæ Grabii.) [*]((15) Λιπαρ ρὰ δέ, etc. C. Calena Corderii.)

1489
οὐχ οὕτως· ἐχόντων ὕτω καὶ ἐπὶ τῶν πνευματικῶν ἀνάλογόν ἐστιν ἑκατέροις. Τῆς ψυχῆς γὰρ τὴν ὑπερἐχουσαν τροφὴν εἰδὼς ὁ προφήτης, ταῦτά φησι. Τοιαῦτα γὰρ ἦν τάχα καὶ τὰ κατὰ τὴν παραβολὴν ἐν Εὐαγγελίοις τοῦ μόσχου τοῦ σιτευτοῦ. « Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. » Ἀμφίβολος ἡ λέξις· ἤτοι γὰρ αἰνεσθήσεται τὸ στόμα μου ὑπὸ χειλέων ἀγαλλιάσεως, ἢ αἰνεσθήσεται τὰ χείλη ἀγαλλιάσεως ὑπὸ τοῦ στόματός μου. Ὅταν, φησὶ, τοῦ σοῦ ὀνόματος ἐν μνήμῃ γένωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου.

Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, κ τ. ἑ. Πιθανὸν εἰς ἁγνείαν (16) προτρτπτικόν· ὡς τοῦ ἐπὶ τῆς στρωμνῆς μνημονεύοντος τῶν κατὰ Θεὸν, πάντως καθαρεύοντος. Ὁμοίως καὶ τὸ, « Ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. » Καὶ γὰρ ἀποστεροῦσιν ἀλλήλους οἱ σχολάζοντες τῇ προσευχῇ.

Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. Εἰ ὁ κολλώμενος (17) τῷ Κυρίῳ ἔν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυῒδ τῷ Κυρίῳ, ἄρα ἔν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. Καὶ Μωϋσῆς ὅτε τὰ ὀπίσθια εἶδε τοῦ Θεοῦ, τότε ἐκολλήθη ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Θεοῦ.

Εἰσελεύσονται εἰς τὰ κατώτατα, κ. τ. ἑ. Ὅσῳ χεῖται (18) ἡ κακία τινὸς, τοσούτῳ κατωτέρω γινόμενος, εἰσέρχεται εἰς τὰ κατώτερα τῆς γῆς. Τροπικῶς δὲ « χεῖρες ῥομφαίας, »ὡς χεῖρες γλώσσης. « Μερίδες ἀλωπέκων ἔσονται. » Φασὶ, τοὺς λέοντας, ἐπειδάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ οἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν· ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν· ἐπεὶ οὖν ἐσθίουσιν αὗται τὰ παῤ ἐκείνοις ἤδη ἀναιρεθέντα, τοῦτό φησιν, ὅτι τιμωρίαι αὐτοὺς διάφοροι διαδέξονται, καὶ ἀπὸ τούτων εἰς ἑτέρους ἐμπεσόντες, διαφόρῳ τῇ τιμωρίᾳ περιβληθήσονται.

Τοῦ αὐτοῦ. Ἵνα πιστεύσαντες (19) σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς.

Τοῦ αὐτοῦ. Τοὺς καταχθονίους (20) δαίμονας νῦν ἀλώπεκας ὀνομάζει, οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες.