Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐλπίσατε ἐπʼ αὐτόν. πᾶσα συνσγωγὴ λαοῦ, κ. τ. ἑ. Ὡσεὶ ἔλεγε (5)· Μὴ μόνον τὸ κατʼ ἐκλογὴν χάριτος τὸ λεῖμμα· ὅπερ ἔσται, ὅτε πᾶς Ἰσραὴλ σωθήσεται. « Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. » Ὁ πάντα τὸν φαῦλον ἀποθέμενος διαλογισμὸν, καὶ ἄκρως μετανοήσας, ὡς μηδὲ μεμνῆσθαι τῶν χειρόνων, ἐξέχεεν ἐνώπιον αὐτοῦ τὴν καρδίαν ἑαυτοῦ. « Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. » Ἑκάστῳ ἀποδώσει ὁ Θεὸς κατὰ τὰ ἔργα, ἢ τὰ ἀγαθὰ, ἢ τὰ κακὰ, ἢ τὰ πολλὰ, ἢ τὰ ὀλίγα· κατὰ ὁποίων δήποτε μέτρων ποιότητα ἢ ποσότητα, ὧν ἀποδίδωσι.

Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ, τ. ἑ. Μάταιοί εἰσιν (6) οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι. Μάταια τὰ ἀνθρώπινα πάντα καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα.

Τοῦ αὐτοῦ. Οὐ ψεύδομαι (7) περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεἴς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβὸλου γεγεννημένοι. Ἀμελοῦσι γὰρ, φησὶ, τῆς ἰσότητος· ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγὰ, καὶ τοῦ μὲν δικαίου καταφρονοῦσι, ἀδικίᾳ δὲ χαίρουσι.

Τοῦ αὐτοῦ. Οἱ κατὰ τοὺς Ο΄ (8) οὔτω· κατὰ δὲ Θεοδοτίωνα· « Ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ ἀνδρὸς ὡς ῥοπὴ ζυγοῦ. » Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλʼ ἀτμῷ ἔοικε ἀναπεμπομένῳ καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ. Ζητεἴται δὲ εἰ οἱ ἄγιοι οὐ μάταιοι. Οὐχ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι. Κατηργήθη γὰρ αὐτῶν ἡ κατὰ ἄνθρωπον γένεσις.